Ancient Greek · ~2 min
Book 3, Chapter 60
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.60.5
Not analysed yet
ἀξιῶ τοίνυν, ἀδελφοί· τοῦ χάριν οὔτω διαγινώσκομεν, ὤσθ' ἑτέροις ὕβριν δι' ὦν αἱρούμεθα προστρίψεως ἡμῶν καθαιρήσει; ἐγώ μὲν οὖν ἐπαινῶ τὸν ἄνδρα, ὄς καὶ ὑμῖν τιμῆς τε καὶ διαθέσεως ἄξιος δοκιμάζεται, οὐ μὴν οὔτω γ' ἐξησθενηκέναι τὸ παρ' ἑκάστοις κύριόν τε και βέβαιον ὀφεῖλον μένειν χρή, ὡς μὴ ταῖς ἰδίαις γνώμαις ἕκαστον ἀρκεῖσθαι καὶ τῶν οἰκείων πάντας ἀπολαύειν ἔν τε ἐφαμίλλῳ διασκέψει εἰς τὴν τοῦδε τοῦ ἀνδρὸς σύγκρισιν οὐχ ἔνα μόνον ἀλλὰ καὶ πλείους ἐκφῆναι.