Ancient Greek · ~2 min
Book 3, Chapter 61
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.61.3
Not analysed yet
περὶ δὴ τούτου πρὸς τὸν λαὸν ἐποιησάμην ἐπιστολήν, πρός τε τοὺς ἄλλους σου συλλειτουργούς, οἴ καὶ αὐτοὶ περὶ τούτων ἐτύγχανόν μοι γεγραφότες ἄπερ ἡ σὴ καθαρότης ἀναγνοῦσα ῥᾳδίως ἐπιγνώσεται, τῆς δικαιοσύνης ἀντιφθεγγομένης αὐτοῖς προτροπῇ τοῦ θείου ἔγραψα, ὦν τῷ συμβουλίῳ καὶ τὴν σὴν σύνεσιν παρεῖναι δεήσει, ὡς ἄν τοῦτο ἐπὶ τῆς Ἀντιοχέων ἐκκλησίας τυπωθείη ὁ καὶ αὐτῷ τῷ θεῷ καὶ τῇ ἐκκλησίᾳ πρεπωδέστατον νομισθείη. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ. “