Ancient Greek · ~2 min
Book 3, Chapter 62
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.62.2
Not analysed yet
τά γε μὴν Εὐσεβίου γράμματα, ἃ τὸν θεσμὸν τῆς ἐκκλησίας μάλιστα φυλάττοντα ἐφαίνετο, τὴν ἐναντίαν εἰσηγεῖτο γνώμην, μησαμῶς αὐτὸν τὴν ὑπὸ τοῦ θεοῦ ἐμπιστευθεῖσαν ἐκκλησίαν ἂν ἀπολιπεῖν· ἔδοξεν οὖν τὴν οὕτω δικαίαν πρόθεσιν καὶ πᾶσιν ὑμῖν φυλακτέαν κυρίαν μᾶλλον ποιήσασθαι μήδ᾿ ἀποσπάσαι αὐτὸν τῆς ἰδίας ἐκκλησίας. ἐχρῆν δ᾿ ὑμῶν τῇ συνέσει καὶ τὴν ἐμὴν γνώμην ἐμφανῆ γενέσθαι. ἀφῖκται γὰρ εἰς ἐμὲ Εὐφρόνιόν τε τὸν πρεσβύτερον πολίτην ὄντα τῆς κατὰ Καππαδοκίαν Καισαρείας καὶ Γεώργιον τὸν Ἀρεθούσιον πρεσβύτερον ὡσαύτως, ὃν ἐπὶ τῆς τάξεως ταύτης Ἀλέξανδρος ἐν Ἀλεξανδρείᾳ κατεστήσατο, εἶναι τὴν πίστιν δοκιμωτάτους.