Ancient Greek
Book 3, Chapter 64
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.64.1
Not analysed yet
Βασιλέως ἐπιστολὴ πρὸς τοὺς ἀθέους αἱρεσιώτας. „Νικητὴς Κωνσταντιῖνος Μέγιστος Σεβαστὸς αἱρετικοῖς. Ἐπίγνωτε νῦν διὰ τῆς νομοθεσίας ταύτης, ὦ Νοουατιανοί, Οὐαλεντῖνοι, αρκιωνισταί, Παυλιανοί, οἵ τε κατὰ φρύγας ἐπικεκλημένοι, καὶ πάντες ἁπλῶς εἰπεῖν οἱ τὰς αἱρέσεις διὰ τῶν οἰκείων πληροῦντες συστημάτων, ὅσοις ψεύσεσιν ἡ παρ᾿ ἡμῖν ματαιότης ἐμπέπλεκται, καὶ ὁπως ἰοβόλοις τιδὶ φαρμάκοις ἡ ὑμετέρα συνέχεται διδασκαλία, ὡς τοὺς μὲν ὑγιαίνοντας εἰς ἀσθένειαν τοὺς δὲ ζῶντας εἰς διηνεκῆ θάνατον ἀπάγεσθαι δι᾿ ὑμῶν.