Ancient Greek · ~2 min
Book 3, Chapter 66
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.66.1
Not analysed yet
Οὕτω μὲν τὰ τῶν ἑτεροδόξων ἐγκρύμματα βασιλικῷ προστάγματι διελύοντο, ἡμαύνοντό τε οἱ θῆρες οἱ τῆς τούτων δυσσεβείας ἔξαρχοι. τῶν δ᾿ ὑπὸ τούτων ἡπατημένων οἱ μὲν νόθῳ φρονήματι βασιλικῆς ἀπειλῆς φόβῳ τὴν ἐκκλησίαν ὑπεδύοντο, τὸν καιρὸν κατειρωνευόμενοι ἐπεὶ καὶ διερευνᾶσθαι τῶν ἀνδρῶν τὰς βίβλους διηγόρευεν ὁ νόμος, ἡλίσκοντό τ᾿ ἀπεργμένας κακοτεχνίας μετιόντες, οὗ δὴ χάριν πάντα ἔπραττον εἰρωνείᾳ τὴν σωτηρίαν ποριζόμενοι, οἱ δὲ καὶ σὺν ἀληθεῖ τάχα που λογισμῷ ηὐτομόλουν ἐπὶ τὴν τοῦ κρείττονος ἐλπίδα.