Ancient Greek · ~3 min
Book 3, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 3.8.1
Not analysed yet
Ἐπεὶ καὶ κατ' ἐκείνους συνῆχθαι λόγος ,,ἀπὸ παντὸς ἔθνους ῶν ὑπὸ τὸν οὐρανὸν“ ,,ἄνδρας εὐλαβεῖς“, ἐν οἶς ἐτύγχανον ,,Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοπῦντες τὴν Μεσοποταμίαν Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, οἵ τ' ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες“, πλὴν ὅσον ἐκείνοις ὑστέρει τὸ μὴ ἐκ θεοῦ λειτουργῶν συνεστάναι τοὺς πάντας· ἐπὶ δὲ τῆς παρούσης χορείας ἐπισκόπων μὲν πληθὺς ἦν πεντήκοντα καὶ διακοσίων τὸν ἀριθμὸν ὑπερακοντίζουσα, ἑπομένων δὲ τούτοις πρεσβυτέρων καὶ διακόνων ἀκολούθων τε πλείστων ὅσων ἑτέρων οὐδ' ἦν ἀριθμὸς εἰς κατάληψιν.