Ancient Greek · ~2 min
ΕΙΣ TON BION TOY MAKAPIOY ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΒΑΣΙΔΕΩΣ, Chapter 35
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 35.1
Not analysed yet
Τὸν δὲ τοιούτοις ἐπιτολμῶντα πάντες ὑπεπτηχότες, δῆμοι καὶ ἄρχοντες, ἔνδοξοί τε καὶ ἄδοξοι, δεινῇ κατετρύχοντο τυραννίδι, καὶ οὐδ' ἠρεμούντων καὶ τὴν πικρὰν φερόντων δουλείαν ἀπαλλαγή τις ὅμως ἦν τῆς τοῦ τυράννου φονώσης ὠμότητος. ἐπὶ σμικρᾷ γοῦν ἤδη ποτὲ προφάσει τὸν δῆμον εἰς φόνον τοῖς ἀμφ' αὐτὸν δορυφόροις ἐξεδίδου, καὶ ἐκτείνετο μυρία πλήθη τοῦ δήμου Ῥωμαίων ἐπ' αὐτοῦ μέσου τοῦ ἄστεος οὐ Σκυθῶν οὐδὲ βαρβάρων ἀλλ’ αὐτῶν τῶν οἱκείων δόρασι καὶ πανοπλίαις. συγκλητικῶν γε μὴν φόνος ὅσος δἰ ἐπιβουλὴν ἐνηργεῖτο τῆς ἐκάστου περιουσίας οὐδ' ἐξαριθμήσασθαι δυνατόν, ἄλλοτε ἄλλαις πεπλασμέναις αἰτίαις μυρίων ἀναιρουμένων.