Ancient Greek · ~2 min
Book 4, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.13.1
Not analysed yet
„Τούτῳ τῷ καταλόγῳ τῶν ἀνθρώπων, λέγω δὴ τῶν Χρι- στιανῶν, (ὑπὲρ γὰρ τούτων ὁ πᾶς μοι λόγος) πῶς οἴει με ἥδεσθαι ἀκούοντα ὅτι καὶ τῆς Περςίδος τὰ κράτιστα ἐπὶ πλεῖστον, ὥσπερ ἔστι μοι βουλομένῳ, κεκόσμηται. σοί τ’ οὖν ὡς ὅτι κάλλιστα ἐκείνοις θ’ ὡσαύτως ὑπάρχοι τὰ κάλλιστα, ὅτι σοὶ κἀκεῖνοι. οὕτω γὰρ ἕξεις τὸν τῶν ὅλων δεσπότην πατέρα, θεὸν ἵλεω καὶ εὐμενῆ. τούτους τοιγαροῦν, ἐπειδὴ τοσοῦτος εἶ, σοὶ παρατίθεμαι, τοὺς αὐτοὺς τούτους, ὅτι καὶ εὐσεβείᾳ ἐπίσημος εἶ, ἐγχειρίζων· τούτους ἀγάπα ἁρμοδίως τῇ σεαυτοῦ φιλανθρωπίᾳ· σαυτῷ τε γὰρ καὶ ἡμῖν ἀπερίγραπτον δώσεις διὰ τῆς πίστεως τὴν χάριν. “