Ancient Greek · ~2 min
Book 4, Chapter 36
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.36.3
Not analysed yet
ἀπεστάλη δὲ γράμματα παρὰ τῆς ἠμετέρας ἠμερότητος πρὸς τὸν τῆς διοικήσεως καθολικόν, ὅπως ἂν πάντα τὰ πρὸς τὴν ἐπισκευὴν αὐτῶν ἐπιτήδεια παρασχεῖν φροντίσειεν· ἵνα γὰρ ὡς τάχιστα τὰ γραφέντα σωμάτια κατασκευασθείη, τῆς σῆς ἐπιμελείας ἔργον τοῦτο γενήσεται. καὶ γὰρ δύο δημοςίων ὀχημάτων ἐξουςίαν εἰς διακομιδὴν ἐκ τῆς αὐθεντίας τοῦ γράμματος ἡμῶν τούτου λαβεῖν σε προςήδει. οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθήσεται, ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων, ὃς ἐπειδὰν ἀφίκηται πρὸς ἠμᾶς, τῆς ἠμετέρας πειραθήσεται ξιλανθρωπίας. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ. “