Ancient Greek · ~2 min
Book 4, Chapter 42
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.42.5
Not analysed yet
λοιπὸν ἔσται τῆς ὑμετέρας ὁστότητος ἔργον ὁρογνώμονι κρίσει, μήτε πρὸς ἀπέχθειαν μήτε πρὸς χάριν, ἀκολούθως δὲ τῷ ἐκκλησιαστικῷ καὶ ἀποστολικῷ κανόνι, τοῖς πλημμεληθεῖσιν εἴτ'οὖν κατὰ σφάλμα συμβεβηκόσι τὴν ἁρμόττουσαν θεραπείαν ἐπιονῆσαι, ἵνα καὶ πάσης βλασφημίας έλευθερώσητε τὴν ἐκκλησίαν καὶ τὰς ἐμὰς ἐπικουφίσητε φροντίδας, καὶ τὴν τῆς εἰρήνης χάριν τοῖς νῦν στασιάζουσιν ἀποδόντες μεγίστην εὔκλειαν ὑμῖν αὐτοῖς προξενήσητε. ὁ θεὸς ὐμᾶς διαφυλάττοι, ἀδελφοὶἀγαπητοί. “