Ancient Greek · ~2 min
Book 4, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.5.2
Not analysed yet
οὐκ ἦν δ᾿ ἄρα οὗτος βασιλεῖ φορητὸς ὁ λόγος, οὐδὲ τῷ νικητῇ καλὸν ἐνομίζετο τὰ ἴσα τοῖς ἔμπροσθεν προσφέρειν, τῷ δ᾿ αὐτοῦ ἐπιθαρςῶν σωτῆρι τὸ νικητικὸν τρόπαιον καὶ τούτοις ἐπανατείνας, ἐν ὀλίγῳ καιρῷ πάντας παρεστήσατο, ἄρτι μὲν τοὺς ἀφηνιῶντας στρατιωτικῇ σωφρονίσας χειρί, ἄρτι δὲ λογικαῖς πρεσβείαις τοὺς λοιποὺς ἡμερώσας, ἐξ ἀνόμου τε καὶ θηριώδους βίου ἐπὶ τὸ λογικὸν καὶ νόμιμον μεθαρμοςάμενος. οὕτω δ᾿ οὖν Σκύθαι ῾Ρωμαίοις ἔγνωςάν ποτε δουλεύειν.