Ancient Greek · ~2 min
Book 4, Chapter 50
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.50.1
Not analysed yet
Ἐν τούτῳ δὲ καὶ Ἰνδῶν τῶν πρὸς ἀνίσχοντα ἥλιον πρέσβεις ἀπήντων δῶρα κομίζοντες, γένη δ'ἦν παντοῖα ἐξαστραπτόντων πολυτελῶν λίθων ζῶά τε τῶν παρ'ἡμῖν ἐγνωσμένων ἐναλλάττοντα τὴν φύσιν, ἃ δὴ προσῆγον τῷ βασιλεῖ, τὴν εἰς αὐτὸν Ὠκεανὸν δη- εἰκόνων γραφαῖς ἀνδραίντων΄τ'αὐτὸν ἀναθήμασι λοῦντες αὐτοῦ κράτησιν, καὶ ὡς οἱ τῆς Ἰνδῶν χώρασ καθηγεμόνες αὐτοκράτορα καὶ βασιλέα γνωίξειν ὡμολόγουν. ἀρχομένῳ μὲν οὖν τῆς βασιλείας αὐτῷ οἱ πρὸς ἥλιον δύοντα Βρεττανοὶ πρῶτοι καθυπετάττοντο, νῦν δ'Ἰνδῶν οἱ τὴν πρὸς ἀνίσχοντα ἥλιον λαχόντες.