Ancient Greek · ~3 min
Book 4, Chapter 63
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.63
Not analysed yet
Κἄπειτα τὴν φωνὴν ἀνυφώσας εὐχριστήριον ἐνέπεμπε τῷ θεῷ προσευχήν μεθ’ ἥν ἐπῆγε λέγων· ,,Νῦν ἀληθεῖ λόγῳ μακάριον οἶδ’ ἐμαυτόν, νῦν τῆς ἀθανότου ζωῆς πεφάνθαι ἄξιον, νῦν τοῦ θείου μετειληφέναι φωτός. ‘’ἀλλὰ καὶ τάλανας ἀπεκάλει, ἐθλίους εἶναι λέγων, τοὺς τῶνδε τῶν ἀγαθῶν στερουμένους. ἐπεὶ δὲ τῶν στρατοπέδων οἱ ταξιάρχαι καὶ καθηγεμόνες εἴσω παρελθόντες ἀπω- δύροντο, φᾶς αὐτοὺς ἐρήμους ἔσεσθαι ἀποκλαιόμενοι, ἐπηύχοντό τε ζωῆς αὐτῷ χρόνους, καὶ τούτοις ἀποδρινάμενος, νῦν ἔφη τῆς ἀληθοῦς ζωῆς ἠξιῶσθαι μόνον τ’ αὐτὸν εἰδέναι ὧν μετείληφεν ἀγαθῶν· διὸ καὶ σπεύδειν μηδ’ ἀναβάλλεσθαι τὴν πρὸς τὸν αὐτοῦ θεὸν πρρείαν. εἶτα ἐπὶ τούτοις τὰ προσήκοντα διετάττετο, καὶ Ῥωμαίους μὲν τοὺς τὴν βασιλία πόλιν οἰκοῦντας ἐτίμα δόσεσιν ἐτησίαις, τοῖς δ’ αὐτοῦ παιςὶν ὥσπερ τινὰ πατρικὴν ὕπαρξιν τὸν τῆς βασιλείας παρεδίδου κλῆρον, πάνθ’ ὅσα φίλα ἦν αὐτῷ διατυπωσάμενος.