Ancient Greek · ~2 min
Book 4, Chapter 72
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.72.1
Not analysed yet
οὐ κατὰ τὸν Αἰγύπτιον ὄρνιν, ὅν δή φασι μονογενῆ ὅντα τὴν φύσιν θνήσκειν μὲν ἐπ᾿ ἀρωμάτων αὐτὸν αὐτῷ τὴν τελευτὴν θυηπολοῦντα, ἀναβιώσκειν δ᾿ ἐξ αὐτῆς σποδιᾶς καὶ ἀναπτάντα τοιοῦτον οἷος καὶ πρότερον ἦν φῦναι, κατὰ δὲ τὸν αὐτοῦ σωτῆρα, ὅς τῷ τοῦ πυροῦ σπόρῳ παραπληςίως ἀνθ᾿ ἑνὸς πολυπλασιαζόμενος σὺν εὐλογίᾳ θεοῦ παρεῖχε τὸν στάχυν καὶ τὴν σύμπασαν οἱκουμένην τῶν αὐτοῦ κατεπίμπλα καρπῶν. τούτῳ οὖν ἐμφερῶς ὁ τρισμακάριος πολυπλάσιος διὰ τῆς τῶν παίδων διαδοχῆς ἀνθ᾿ ἑνὸς ἐγίγνετο, ὡς καὶ εἰκόνων ἀναστάσεσι παρὰ πᾶσιν ἔθνεσιν ἅμα τοῖς αὐτοῦ τιμᾶσθαι παιςίν, οἰκεῖον τε τοῦνομα κωνσταντίνου καὶ μετὰ τὴν τοῦ βίου παραλαμβάνεσθαι τελευτήν.