Ancient Greek · ~4 min
Book 4, Chapter 74
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 4.74.1
Not analysed yet
Ταῦθ᾿ ἡμῖν αὐτοῖς δείξας ὀφθαλμοῖς ἐπὶ μόνῳ τῶν πώποτε Χριστιανῷ διαφανῶς ἀποδειχθέντι Κωνσταντίανῳ ὁ ἐπὶ πάντων θεός, ὁπόσον ἦν ἄρα αὐτῷ τὸ διάφορον παρεστήσατο τῶν αὐτὸν τε καὶ τὸν χριστὸν αὐτοῦ σέβειν ἡξιωμένων τῶν τε τὴν ἐναντίαν ἑλομένων, οἵ τὴν ἐκκληςίαν αὐτοῦ πολεμεῖν ὡρμηκότες αὐτὸν αὐτοῖς ἐχθρὸν καὶ πολέμιον κατεστήσαντο, τῇς ἐφ᾿ ἑκάστῳ τοῦ βιου καταστροφῆς ἐναργῆ τὸν ἔλεγχον τῆς αὐτῶν θεοεχθριάς ἐνδειξαμένηνς, ὥσπερ οὖς θεοφιλίας τὰ ἐχέγγυα τὸ Κωνσταντίνου τοῖς πᾶσι φανερὸν κατέστησε τέλος, LXXV. μόνου μὲν Ῥωμαίων βασιλέως τὸν παμβασιλέα θεὸν τοῦ Χριστοῦ κηρύξαντος λόγον, μόνου πᾶσι πεπαρρησιασμένως τὸν τοῦ Χριστοῦ κηρύξαντος λόγον, μόνου τ᾿ ἐκκληςίαν αὐτοῦ ὡς οὐδ᾿ ἔτερος τῶν ἐξ αἰπωνος δοξάσαντος, μόνου τε πᾶσαν πολύθεον πλάνην καθελόντος, πάντα τε τρόπον εἰδωλολατρείας ἀπαλλάξαντος, καὶ δὴ καὶ μόνου τοιούτων ἠξιωμένου ἐν αὐτῇ τε ζωῇ καὶ μετὰ θάνατον, οἵων οὐκ ἄν τις τυχόντα οἷός τ᾿ ἂν γένοιτο ἐξειπεῖν τινα οὔτε παρ᾿ Ἑλλησιν οὔτε παρὰ βαρβάροις οὐδέ γε παρ᾿ αὐτοῖς τοῖς ἀνωτάτω Ῥωμαίοις, ὡς οὐδενὸς τοιούτου τινὸς εἰς ἡμᾶς ἐκ τοῦ παντὸς αἰῶνος μνημονευομένου.