Ancient Greek · ~4 min
ΕΙΣ TON BION TOY MAKAPIOY ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΒΑΣΙΔΕΩΣ, Chapter 51
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 51.1
Not analysed yet
Πρώτους γέ τοι τοὺς ὺπ΄ αὐτῷ τοῦ θεοῦ λειτουργοὺς μηδὲν πώποτεπλημμελὲς περὶ τὴν ἀρχὴν διαπονηθέντας ἠρέμα τέως περιειργάζετο, προφάσεις κατ’ αὐτῶν κακοτέχνους θηρώμενος. μηδεμιᾶς γε μὴν εὐπορῶν αἰτίας μηδ' ἔχων ὅπη τοῖς ἀνδράσι καταμέμψοιτο, νόμον ἐκπέμπει διακελευόμενον. μηδαμῆ μηδαμῶς ἀλλάλοις ἐπικοινωνεῖν τοῦς ἐπισκόπους, μηδ' ἐπιδημεῖν αὐτῶν ἐξεῖναί τινι τῇ τοῦ πέλας λυσιτελῶν μηδέ γε συνόδους μηδὲ βουλὰς καὶ διασκέψεις περι τῶν λυσιτελῶν ποιεῖσθαι. τὸ δ' ἧν παραλύειν τῆς καθ' ἡμῶν ἐπηρείας. ἢ γὰρ παραβαίνοντας τὸν νόμον ἐχρῆν ὑποβάλλεσθαι τιμωρίᾳ, ἢ πειθαρχοῦντας τῷ παραγγέλματι παραλύειν ἐκκλησίας θεσμούς. ἄλλως γὰρ οὐ δυνατὸν τὰ μεγάλα τῶν σκεμμάτων ἢ διὰ συνόδων κατορθώσεως τυγχάνειν. ἐπισκόπων γοῡν οὐδ' ἐτέρως ἢ μόνον οὕτω γίνεσθαι τὰς χειροτονίας θεσμοὶ προδιειλήφασι θείοι. καὶ ἄλλως δ’ ὁ θεομισὴς τῷ θεοφιλεῖ τάναντία πράττειν ἐγνωκὼς τὰ τοιάδε παρήγγελλεν. ὁ μὲν γὰρ τοὺς ἱερεῖς τοῦ θεοῦ τῇ πρὸς τὸν ἱερὸν νόμον τιμῇ, εἰρήνης τε καὶ ὁμονοίας ἐξάρχων, ἐπὶ ταὐτὸν συνῆγεν, ὁ δὲ τὰ καλὰ παραλύειν μηχανώμενος διασκεδάζειν τὴν σύμφωνον ἁρμονίαν ἐπειρᾶτο.