Ancient Greek · ~2 min
ΕΙΣ TON BION TOY MAKAPIOY ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΒΑΣΙΔΕΩΣ, Chapter 56
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 56.1
Not analysed yet
Τὸ γοῦν τέλος αὐτῷ τῆς μανίας κατὰ τῶν ἐκκλησιῶν ὼπλίζετο, ἐπί τε τοὺς ἐπισκόπους ἐχώρει, οὓς ἂν μάλιστα ἐναντιουμέ- νους ἑώρα καὶ ἐχθροὺς ἡγεῖτο τοὺς τῷ θεοφιλεῖ καὶ μεγάλῳ βασιλεῖ φίλους. διὸ δὴ μάλιστα καθ’ ἡμῶν τὸν θυμὸν ὠξύνετο, τοῦ σώφρονος παρατραπεὶς λογισμοῦ διαρρήδην τε μανεὶς τὰς φρένας, ουτε τὴν μνήμην τῶν πρὸ αὐτοῦ Χριστιανοὺς ἐκδιωξάντων ὲν νῷ κατεβάλλετο, οὔθ' ὡν αὐτὸς ὁλετὴρ καὶ τιμωρὸς δἰ ἃς μετῆλθον ἀσεβείας κατέστη, οὔθ’ ὦν αὐτόπτης γέγονεν, αὐτοῖς παραλαβὼν ὅμμασι τὸν πρωτοστάτην τῶν κακῶν, ὅστις πότε ἡν ἐκεῖνος, θεηλάτῳ μάστιγι πληγέντα.