Ancient Greek
ΕΙΣ TON BION TOY MAKAPIOY ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΒΑΣΙΔΕΩΣ, Chapter 58
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 58.2
Not analysed yet
ὃς δὴ καὶ αὐτὸς ὑπερβαλέσθαι τὸν πρωτον ὡς ἐν κακῶν πεφιλοτιμημένος ἀγῶνι, καινοτέρων τιμωριῶν εὑρέσει καθ’ ἡμῶν ἐκαλλωπίξετο. οὐκ ἀπήρκει γὰρ αὐτῷ πῦρ καὶ σίδηρος καὶ προσήλωσις οὐδέ γε θῆρες ἄγριοι καὶ θαλάσσης βυθοί, ἤδη δὲ πρὸς ἅπασι τούτοις ξένην τινὰ κόλασιν αὐτὸς ἐφευρών, τὰ τοῦ φωτὸς αἰσθητήρια λυμαίνεσθαι δεῖν ἐνομοθέτει. ἀθρόα δῆτα πλήθη οὐκ ἀνδρῶν μόνον ἀλλὰ καὶ παίδων καὶ γυναικῶν, ὁράσεις δεξιῶν ὀφθαλμῶν ποδῶν τ΄ ἀγκύλας σιδήρῳ καὶ καυτῆρσιν ἀχρειού- μενα, ταλαιπωρεῖσθαι μετάλλοις παρεδίδοτο.