# Commentarii ad Homeri Iliadem 1.103

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.103

δυνάμενον, ὅπερ ἐπίτασίς ἐστι ποδωκείας, ὡς ἄλλο ὂν τὸ ποδώκη τινὰ εἶναι ἢ ποδάρκη. οὐ γὰρ πᾶς ποδώκης ἤδη καὶ ποδάρκης, εἰ μὴ καὶ τοῖς ποσὶν ἐπαρκῶν ἀντέχει καὶ θέει ἀκάματα. (v. 122) Ὅτι τὸ «Ἀτρείδη κύδιστε, φιλοκτεανώτατε πάντων» ἐπιπλοκή ἐστιν ἐπαίνου καὶ ψόγου ἐπιτιμητικὴ ἐπ' αἰσχύνῃ τοῦ βασιλέως, οἱονεὶ λέγοντος τοῦ Ἀχιλλέως, ὡς οὐκ ἔδει τὸν κύδιστον φιλοκτέανον εἶναι τῷ κρείττονι πλουτοῦντα τουτέστι τῇ δόξῃ. πολλάκις γὰρ τὸ κῦδος αἱρετώτερον πλούτου, εἴγε πλούτου μὲν καὶ τοῖς φαύλοις μέτεστι, δόξης δὲ μόνοις τοῖς ἀγαθοῖς. τὸ δὲ λέγειν κύδιστε ἀντὶ τοῦ ἐφύβριστε, διότι κῦδος ἀρσενικῶς ἡ λοιδορία, ἐξ οὗ καὶ παρὰ Σοφοκλεῖ κατά τινας τὸ κυδάζεσθαι, ὅ ἐστι λοιδορεῖσθαι, ἀντιλέγεται. Ὁμήρῳ γὰρ ὁ ῥηθεὶς κῦδος οὐκ ἔγνωσται, ἀλλὰ τὸ κῦδος οἶδεν οὐδετέρως τὴν δόξαν. [Ὑπερβολικὸν δὲ τὸ πάντων εἶναι φιλοκτεανώτατον τὸν Ἀτρείδην, οὐ μὴν ἐμμαρτύρως ἀληθές. ἔστι δὲ φιλοκτέανος ὁ φιλοκτήμων· ἐπεὶ καὶ ταὐτὸν κτῆμα καὶ κτέαρ καὶ κτέανον εἰπεῖν.] (v. 123) Ὅτι πᾶσαν ἐρώτησιν τὴν ἐν ἀντιλογίαις στερεὰν εἶναι δεῖ καὶ οἵαν ἄλυτον. ἐρωτᾷ γοῦν Ἀχιλλεὺς τὸν βασιλέα, ὅτι «πῶς σοι δώσουσιν αὐτίκα γέρας οἱ Ἀχαιοί;» πρὸς τοῦτο δὲ οὐκ ἔστιν ἀψόγως ἐκεῖνον ἀπολογήσασθαί τι. εἰς τρία γὰρ διῃρημένου τοῦ χρόνου, νῦν μὲν αὐτίκα οὐκ ἔστι γέρας δοῦναι. (v. 124) οὐδὲ γὰρ ἔχουσιν ἄδαστα ξυνήϊα κείμενα πολλὰ ὡς οἷον κειμήλια [χρήσιμα εἰς βίον, ὃν δή τις ἔφη κοινίτην,] καὶ διὰ τοῦτο ἄλλως μὲν εἰπεῖν ἔτι ἄδαστα· δριμέως δὲ κατά τινα παλαιὸν ἄληκτα ἤγουν μήπω εἰς λάχος ἐλθόντα, ὥστε λαχεῖν τισιν εἰς κλῆρον. (v. 126) Λείπεται οὖν ἢ τὰ προδεδασμένα ἐπαγείρειν παλίλλογα ἤγουν πάλιν ὡς ἐξ ὑπαρχῆς συναγόμενα, ὅπερ οὐκ ἐπέοικεν· οὐδὲ γὰρ χρὴ γενέσθαι ἀναδασμὸν ἤγουν δεύτερον μερισμὸν τῶν προμερισθέντων, ὅπερ ἄμπαλον ὁ Πίνδαρος ἔφη τουτέστι δεύτερον πάλον καὶ κλῆρον ἐπὶ μερισμῷ· ἢ ἀλλὰ χρὴ ἀναμένειν τὸν μέλλοντα χρόνον, εἴ πού τινα θεὸς δῷσι πόλιν Τροΐην εὐτείχεον ἐξαλαπάξαι, [ὅτε τριπλῇ, τετραπλῇ τ' ἀποτίσομεν τὸ ὑπὲρ τῆς Χρυσηΐδος δηλαδὴ ἀντισηκοῦν, καθά, ὡς εἰκός, ἦν ἔθος ἐν τοιούτοις γίνεσθαι.] ὁ δὲ λόγος οὗτος δίκαιος μέν ἐστιν, οὐκ ἀρέσκει δὲ τῷ βασιλεῖ θυμουμένῳ, ὡς ἂν ἡ τοῦ Διὸς βουλὴ πληρωθῇ (v. 124) [Ἰστέον δὲ ὡς ξυνήϊα δηλοῖ μὲν τὸ κοινά· γίνεται δὲ ἢ ἀπὸ τοῦ ξυνός, ὁ κοινός· οἷον «ξυνὸς Ἐνυάλιος». οὗ κτητικὸν ξύνειος, ὡς ἡμετέρειος, καὶ διαλύσει καὶ ἐκτάσει οὐδέτερον αὐτοῦ τὸ ξυνήϊον· ἢ καὶ ἄλλως, ὡς ὁ ξεῖνος, ξείνιον καὶ πλεονασμῷ ξεινήϊον, οὕτω

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
