# Commentarii ad Homeri Iliadem 1.114

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.114

τεσθαι καί, ὡς Ὅμηρος ἐρεῖ, ποινὴν οὐ μὴν δόξαν. τοῦτο γὰρ παρέλκον δοκεῖ ὡς οἷα παρακολούθημα τῆς ποινῆς. καίτοι οὐ κακῶς ἔχει καὶ ἐπὶ κλέους ἐνδόξου νοηθῆναι τὴν τιμήν, ὡς ἐν τοῖς ἑξῆς φαίνεται. καὶ γὰρ ὁ βασιλεὺς ἐρεῖ μετ' ὀλίγα, ὅτι «πάρεισι καὶ ἄλλοι, οἵ κέ με τιμήσουσιν», ὥστε οὐδὲν φαῦλον νοῆσαι, ὅτι Ἀχιλλεὺς μὲν τοιαύτην εἶπε τιμὴν τῷ βασιλεῖ ἄρνυσθαι, αὐτὸς δὲ ἄλλως λέγει ἔχειν τὸ τιμᾶσθαι καὶ ἄλλοθεν. Σκοπητέον δὲ εἴπερ τὸ τιμωρεῖν ἤτοι βοηθεῖν ἐκ τοῦ «τιμὴν ἀρνύμενοι» ἐπινενόηται συντεθῆναι. ἔστι γὰρ τιμωρεῖν τὸ τιμὴν αἴρειν ποθὲν ὑπέρ τινος ἢ ἀείρειν, ὅθεν καὶ ὁ τιμάορος, ὅ ἐστι τιμωρός. ἐκ δὲ τοῦ ἄρνυσθαι καὶ τὸ μισθαρνεῖν, τὸ μισθὸν δηλαδὴ ἄρνυσθαι. [Ὅτι Ὅμηρος μὲν εἰπών «Μενελάῳ σοί τε, κυνῶπα», εὐθεῖαν οἶδε τὴν ὁ κυνώπης, ὡς καὶ προείρηται. ὁ μέντοι εἰπὼν τραγικός «κελαινῶπα θυμόν» τὴν βαθεῖαν ψυχὴν ἑτεροίαν οἶδεν εὐθεῖαν καὶ οὐδὲ βαρύτονον κατὰ τὸ Κύκλωψ, ἀλλὰ ὀξύτονον. (v. 160) Ὅτι ὅπερ ἐν Ὀδυσσείᾳ εἶπεν ἐντρέπεσθαι ἤγουν ἐπιστρέφεσθαι, τοῦτο ἐνταῦθα μετατρέπεσθαι λέγει, οὗ ἑρμηνεία ποιητικὴ τὸ ἀλεγίζειν, οἷον «τῶν» ἤγουν ὧν «οὔ τι μετατρέπῃ οὐδ' ἀλεγίζεις», ὅ ἐστι λόγον ἔχεις. παράγωγον δὲ τὸ ἀλεγίζειν ἐκ τοῦ ἀλέγειν.] Ὅτι πολύνους καὶ πυκνὴ καὶ γοργὴ ἡ τοῦ Ἀχιλλέως ἐνταῦθα δημηγορία, ἔχει δέ τι καὶ καταφορικόν. δυσχεραίνει μὲν γὰρ ἐπὶ τῇ βασιλικῇ ἀπειλῇ, λέγει δὲ καὶ χάριτας αὐτῷ ἐποφείλεσθαι, εἴγε μὴ διὰ τοὺς Τρῶας ὡς βλάψαντας, ἀλλὰ διὰ τοὺς Ἀτρείδας ὡς ἀδικηθέντας ὑπὸ Τρώων ἦλθεν εἰς Τροίαν. βαρὺ δὲ ἡγεῖται καὶ ὅτι ἀφαιρεῖται ἀπ' αὐτοῦ ὁ βασιλεύς, ὃ μὴ δέδωκεν αὐτὸς ἀλλ' οἱ Ἀχαιοί. φησὶ δὲ καὶ ὅτι οὔτε μὴ πονοῦντι αὐτῷ ἐδόθη τὸ γέρας, καθὰ καὶ τῷ Ἀγαμέμνονι, ἀλλὰ πολλὰ μογήσαντι καὶ ὅτι οὐδέποτε ἶσον αὐτῷ ἔχει γέρας. «ἀλλὰ τὸ μὲν πλεῖον», φησί, «τοῦ πολέμου χεῖρες ἐμαὶ διέπουσιν· ἢν δέ ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ' ὀλίγον τε φίλον τε ἔρχομ' ἔχων». οἰκεῖα δὲ ταῦτα λέγεσθαι παρὰ τῶν φιλοπονούντων μὲν ἐν αὐταρκείᾳ δὲ ζώντων πρὸς τοὺς πλεονεκτεῖν θέλοντας. Ἰστέον δὲ ὅτι λείας ἐπισυναχθείσης πολλῆς ἐμερίζοντο ἐπίσης τὰ λάφυρα διά τινος λαχμοῦ· ἐδίδοντο δὲ ἰδίᾳ τοῖς βασιλεῦσι καὶ ἀριστεῦσι κατ' ἐξαίρετον ἀπόμοιραί τινες, αἳ δὴ καὶ γέρας ἐλέγοντο. λέγει οὖν Ἡρόδοτος καὶ ἐν Σπάρτῃ τοῖς βασιλεῦσιν εἶναι γέρα ἕτερά τέ τινα καὶ τὸ διπλήσια νέμειν αὐτοῖς τὰ πάντα. τῷ μέντοι βασιλεῖ ἐκ τῆς λείας καί τι πλέον ἢ τὸ γέρας προσεπεδίδοτο, καθὰ τινές φασι τῶν παλαιῶν, ἵνα ἔχοι δαπανᾶν αὐτὸ καὶ μὴ τρύχεσθαι ἀναλῶν τὰ οἰκεῖα εἰς τὰ κατὰ καιρὸν τῶν ἀριστέων συμπόσια εἰωθότα γίνεσθαι, ὡς ἐν πολλοῖς τῶν Ὁμήρου φαίνεται. καὶ ταῦτά εἰσιν, ἐφ' οἷς πλεονεξίαν καὶ κερδαλεότητα τοῦ βασιλέως ὁ Ἀχιλλεὺς κατηγορεῖ, ὡς δῆθεν νοσφιζομένου πολλὰ ἐξ ἐκείνων καὶ ὡς εἰπεῖν δημοβόρου, ὅπερ μετ' ὀλίγα ἐρεῖ. [ἐν τούτοις δὲ πρὸς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
