Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.115
Not analysed yet
ὁμοιότητα τοῦ τριχάϊξ τριχάϊκος κεῖται τὸ «πολυάϊκος πολέμοιο» διὰ τὰς ἐν αὐτῷ πολλὰς ὁρμὰς καὶ μετατροπάς, ὧν ἕνεκα καὶ Ἄρης ἀλλοπρόσαλλος ῥηθήσεται ἐν τοῖς ἑξῆς.] (v. 166) Ὅτι ὁ ἀταρ καὶ ὁ αὐταρ οἱ σύνδεσμοι ἀδιάφοροι πάντῃ εἰσὶ πρός τε ἀλλήλους καὶ πρὸς τὸν δε σύνδεσμον. διαφέρουσι δὲ ἀμφότεροι τοῦ δε συνδέσμου, ὅτι αὐτοὶ μὲν ποιητικώτεροί εἰσιν, ἐκεῖνος δὲ κοινός· καὶ αὐτοὶ μὲν ἀεὶ προτάσσονται τῶν τοῦ λόγου συντάξεων, ἐκεῖνος δὲ ἀεὶ ὑποτάσσεται. τὸ δ' ὅμοιον προείρηται καὶ περὶ τοῦ ἠτοι καὶ μεν. δῆλον δὲ ὅτι καὶ ὁ και σύνδεσμος καὶ ὁ τε, εἰ μὴ παραπληρωματικῶς ἁπλῶς οὕτω τίθενται, ἰσοδυνάμως ἔχουσι. διαφέρουσι δὲ ὅτι ὁ καί μὲν προκατάρχει τῶν λέξεων, οἷον «καὶ ἐγώ, καὶ σύ», ὥσπερ καὶ «αὐτὰρ ἐγώ, ἀτὰρ σύ». ὁ δὲ τέ ὑποπίπτει, οἷον «ἐγώ τε, σύ τε», ὡς καὶ τὸ «ἐγὼ δέ, σὺ δέ». τὸν δὲ τόνον τοῦ ἀτάρ καὶ αὐτάρ παρασημειοῦνται οἱ παλαιοὶ ὡς μὴ ἀναλόγως ἔχοντα, λέγοντες ὅτι αἱ εἰς ρ λήγουσαι βραχυκατάληκτοι λέξεις βαρύνονται, κἂν ἄλλοθέν ποθεν εἰς ὀξὺν τόνον βιάζωνται· οἷον, πάτερ, μῆτερ, σῶτερ, θύγατερ, ἦμαρ, ὕπαρ, ἧπαρ, φρέαρ, χωρὶς τῆς ὑπερ προθέσεως διὰ τὸ τὰς προθέσεις φιλοξυτόνους εἶναι καὶ χωρὶς τοῦ ἀτάρ καὶ αὐτάρ· ἐπεὶ καὶ οἱ συμπλεκτικοὶ σύνδεσμοι φιλοῦσιν ὀξύνεσθαι. προϋπάρχων δὲ ὁ ἀτάρ γεννᾷ τὸν αὐτάρ Αἰολικῇ ἐπενθέσει τοῦ υ. [Δῆλον δὲ ὅτι τῷ ἀτάρ καὶ αὐτάρ καὶ δέ ἰσοδυναμεῖ ἐν πολλοῖς καὶ ὁ μέν σύνδεσμος, οἷον «ἐγὼ μὲν εἶπον, σὺ μέντοι οὐκ ἤκουσας». ὁμοίως δὲ καὶ ὁ ἀλλά· ὁποῖα ἦν πρὸ ὀλίγων τὸ «ἀλλ' οὐκ Ἀτρείδῃ ἥνδανεν, ἀλλὰ κακῶς ἀφίει». ἐκεῖ γὰρ οἱ ἀλλά σύνδεσμοι ἀντὶ τοῦ δέ κεῖνται, ποιοῦντες καὶ σχῆμα ἐπαναφορικὸν διὰ τὸ κεῖσθαι ἐν στίχων ἀρχαῖς.] (v. 168) Ὅτι οἱ Ἴωνες τὰς μὲν χρονικὰς αὐξήσεις τῶν παρῳχημένων κατασπῶσι συνάρχεσθαι τοῖς ἐνεστῶσι ποιοῦντες αὐτούς, ὡς προείρηται. οἷον ἀγαπῶ ἀγάπων, ὀρύσσω ὄρυσσον. ὡσαύτως καὶ τὰς διὰ τοῦ ε αὐξήσεις καθελόντες τὴν αὐτὴν ἀρχὴν περιποιοῦνται τοῖς ἐνεστῶσι καὶ τοῖς παρῳχημένοις, τοῦ τύπτω τὸν παρατατικὸν τύπτον λέγοντες καὶ τὸν ἀόριστον τύψα. αὔξησιν μέντοι διὰ διπλασιασμοῦ γενομένην οὐδέποτε καταβάλλουσιν. οὐ γὰρ ἂν τὸ τέτυφα τύφα ἐροῦσιν οὐδὲ τὸ πεποίηκα ποίηκα. χαίρουσι γὰρ τοῖς ἀναδιπλασιασμοῖς ὅτι μάλιστα καὶ διὰ τοῦτο οὐ μόνον ἐν ταῖς αὐξήσεσιν ἐῶσι κατὰ χώραν μένειν αὐτούς, ἀλλὰ καὶ ῥήμασί τισι καὶ μετοχαῖς προστιθέασιν, ὡς δοκεῖν ἐν αὐξήσει τὰ τοιαῦτα εἶναι· ὁποῖά εἰσιν ἄλλα τε καὶ τὸ λελαχών καὶ τὸ