# Commentarii ad Homeri Iliadem 1.116

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.116

λελαβών· ἀλλὰ καὶ τὸ «τετύκοντο δαῖτα» καὶ «ἐκλελάθοιντο γάμοιο», ἐν οἷς ἀπέρριψαν μὲν τὸ ε τῆς αὐξήσεως τοῦ ἐτύκοντο καὶ ἐλάθοντο, προσέθεντο δὲ τὸν τοῦ τε καὶ λε διπλασιασμόν. τοιοῦτόν φασι καὶ ἐνταῦθά τινες εἶναι τὸ «ἐπὴν κεκάμω πολεμίζων». ὥστε καὶ ἐν τῷ «δέχθαι ἄποινα» οὐ νοητέον, ὅτι ἀφαίρεσις γέγονε τῆς τοῦ δεδέχθαι αὐξήσεως Ἰωνικῶς, ἀλλὰ μᾶλλον Αἰολικὴ συγκοπή. [Ἰστέον δὲ ὅτι οὐ πάντες ἀρέσκονται γράφειν κεκάμω, ἀλλ' οἱ πλείους τὸ κε συνδετικὸν ἔχοντές φασιν «ἐπήν κε» ἤγουν ἐπειδάν «κάμω». Τοῦ δὲ πολεμίζειν πρωτότυπον τὸ πολεμεῖν, ὡς καὶ ἀλλαχοῦ ῥηθήσεται.] (v. 169) Ὅτι φέρτερον πρᾶγμα λέγει ὁ ποιητὴς τὸ παρ' ἡμῖν προφερέστερον καὶ κρεῖττον καὶ διαφέρον ἢ ὑπερφέρον τῶν ἄλλων, οἷον «ἐπειῆ πολὺ φέρτερον», φέρτατον δὲ τὸ ὑπερφερέστατον. οὕτω δὲ καὶ τὸ πολὺ φέρτερον διὰ τὴν προσθήκην τοῦ πολὺ ταὐτόν ἐστι τῷ φέρτατον. ἐνταῦθα δὲ περισπῶντες οἱ παλαιοὶ τὸ «ἐπειῆ» φασίν, ὅτι τὸ η ὑποτασσόμενον τῷ ἐπει περισπᾶται, μετὰ δὲ τοῦ τι ἐγκλίνεται· οἷον «τίη δὲ σύ;» (v. 170) Ὅτι ἀπὸ τοῦ ζῴου τῆς κορώνης εὐλύγιστον ἐχούσης τὸν τράχηλον ἡ τῶν θυρῶν κορώνη μετήνεκται, ὥσπερ καὶ ἀπὸ τοῦ κόρακος ὁ κόραξ δηλαδὴ τὸ κοράκιον. ἀπὸ δὲ τῆς τῶν θυρῶν ταύτης κορώνης διὰ τὸ ἐπικαμπὲς τοῦ ὀργάνου, ἴσως δὲ καὶ ἀπὸ τοῦ ζῴου, καὶ κορωνίδες λέγονται νῆες, οὐ μόνον ὡς κατὰ τὴν κορώνην μέλαιναι, ἀλλὰ καὶ ὡς τὰ ἄφλαστα τὰ κατὰ πρῴραν καὶ πρύμναν, οἷα ἐν λυγισμῷ, ἐπικαμπτόμενα ἔχουσαι. αἱ δὲ τοιαῦται κορῶναι καὶ τὴν κορώνην παρήγαγον, εἰς ἣν ἐντίθεται ἡ νευρά, ἄκραν οὖσαν τοῦ τόξου. ὅθεν καὶ τὸ ἀγαθὸν τέλος τῶν πράξεων «χρυσῆν κορώνην» ἡ παροιμία καλεῖ, ὡς ὅτε τις εἴπῃ «χρυσέαν ἐπιτεθῆναι κορωνίδα ταῖς πράξεσιν ἢ τοῖς λόγοις» ἤτοι συμπέρασμα καὶ τέλος ἀπὸ τῆς τοιαύτης τοῦ τόξου κορώνης τὴν μεταφορὰν λαβοῦσαν ἢ τυχὸν καὶ ἀπὸ τῆς τῶν νηῶν κορωνίδος ἢ καὶ ἀπὸ τῆς τὰς θύρας συγκλειούσης κορώνης, [Ἰστέον δὲ ὡς, εἴπερ νῆες κορωνίδες αἱ μέλαιναι λέγονται, πρὸς διαστολὴν οὕτω καλοῦνται τῶν μιλτοπαρῄων, ἃς ἡ Βοιωτία δηλοῖ. κοῖλαι μέντοι οὐ διασταλτικῶς ὀνομάζονται.] (v. 171) Ὅτι κατὰ τοὺς παλαιοὺς ἄφενος μὲν ὁ δι' ὀλίγου συναγόμενος, πλοῦτος δὲ ὁ διὰ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
