# Commentarii ad Homeri Iliadem 1.127

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.127

οἱ δὲ ἀντὶ τοῦ ἄνω κάτω ποιήσει, ἀναστατώσει, ἀναστάτους ποιήσει. καὶ εὕρηται ἡ λέξις παρὰ τοῖς παλαιοῖς, οἳ πόλιν ἀναστήσειν πολλάκις τὸ ἀναστατώσειν φασί. καὶ εἰ τοῦθ' οὕτως ἔχει, ἔστι καὶ αὐτὸ πρωθύστερον ἤγουν σχῆμα ὑστερολογίας, ἵνα ᾖ τὸ ἀκόλουθον οὕτω· «Ἀτρείδην ἐξεναρίζοι, τοὺς δὲ ἀναστήσει», ὅ ἐστιν ἀναστάτους καὶ ἀβασιλεύτους ποιήσει. (v. 189) Μερμηρίζειν δὲ τὸ μερίζεσθαι εἰς διαφόρους βουλάς, ἐξ οὗ καὶ ἡ μέριμνα γίνεται· ἐτράπη δὲ τὸ ε εἰς η, ἵνα χρησιμεύσῃ εἰς μέτρον σπονδειακόν. καὶ ὁ μηρὸς δὲ ἀπὸ τοῦ μερίζω γίνεται τροπῇ τοῦ ε εἰς η. ἡ δὲ ἄρχουσα τοῦ μερμηρίζειν ἐξ ἀναδιπλασιασμοῦ ἐστι καὶ προσθήκης τοῦ ρ. τοῦτο δὲ καὶ ἐπὶ ἄλλων γίνεται. καὶ ἐν τῷ μαρμαίρω γὰρ καὶ ἐν τῷ δαρδάπτω καὶ ἐν τῷ καρκαίρω διπλασιασμός ἐστι καὶ πλεονασμὸς τοῦ ρ. ἐκ δὲ τοῦ μερμηρίζειν καὶ μέρμηραι παρὰ τοῖς παλαιοῖς αἱ βουλαί, ὡς τὸ «ἄμπαυμά τε μερμηράων». (v. 191) Ἐναρίζειν δὲ καὶ ἐναίρειν τὸ σκυλεύειν δηλοῖ, ὅθεν καὶ ἔναρα τὰ σκῦλα ἤτοι τὰ λάφυρα. λέγεται δέ ποτε ἐναίρειν καὶ ἐναρίζειν καὶ τὸ φονεύειν, οὗ παρακολούθημά ἐστι τὸ σκυλεύειν. (v. 192) [Ὅτι ταὐτολογεῖ Ὅμηρος καὶ ἐν τῷ «ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν». ταὐτὸν γὰρ χόλον παῦσαι καὶ ἐρητῦσαι ἤγουν κωλῦσαι θυμόν. τοῦτο δέ ἐστι μὲν φρονήσεως ἄκρας ἤγουν τὸ ἐν ἀκμῇ θυμοῦ βουλεύεσθαι τὰ εἰς φιλίαν. τῶν τισι δὲ παλαιῶν μεμπτόν τι δοκεῖ τὸ οὕτως ἐν ὑπερβολῇ χόλου ἡρωϊκοῦ πλάσαι τὸν Ὅμηρον, ὡς ταχὺ ὁ Ἀχιλλεὺς κατεκλάσθη τοῦ κατὰ θυμὸν ἀτενοῦς. εἰ δὲ καὶ αὐτοὶ οὕτω φρονοῦσιν, ἀλλ' ὁ ποιητὴς πολλαχῶς ἐκκλίνει τὴν αἰτίασιν. Τὸ δὲ ἐρητύειν ἀπὸ τῆς εἱρκτῆς παράγουσιν οἱ παλαιοί, ἵνα ἐξ αὐτῆς εἴη ἑρκτύειν τὸ οἱονεὶ καθείργειν καὶ ἐγκλείειν καὶ οὕτω κωλύειν καὶ ἀποβολῇ τοῦ κ καὶ ἐνθέσει τοῦ η ἐρητύειν.] (v. 193) Ὅτι τὸ «ἕως ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν» ἀστείως ἐσχημάτισται καὶ πρὸς κάλλος. τὸν γὰρ προσεχῶς ἀνωτέρω στίχον συμπληρώσας εἰς θυμόν—ἔφη γάρ «ἐρητύσειέ τε θυμόν»—εἰς τὴν αὐτὴν λέξιν τελειοῖ καὶ τὸν παρόντα στίχον εἰπών «κατὰ φρένα κατὰ θυμόν». καὶ ἔστι μὲν τοῦτο ἀντιστροφὴ ῥητορικὴ ὅμοιον τῷ «ταξιάρχους παρ' ὑμῶν, ἱππάρχους παρ' ὑμῶν». οὐκ ἔστι δὲ καθαρῶς ἀντιστροφή. οὐ γὰρ ἡ τελευταία λέξις ἐν τοῖς δυσὶ στίχοις τὴν αὐτὴν σημασίαν καὶ ἔννοιαν ἔχει, ἀλλὰ ἄνω μὲν ὁ θυμὸς τὸν χόλον ἐδήλου, κάτω δὲ τὴν ψυχήν. ἔστιν οὖν κατὰ ὁμωνυμίαν ἀντιστροφὴ σπανίως εὑρισκομένη παρὰ τοῖς παλαιοῖς, [εἰ μὴ ἄρα τις καὶ ἐν τῷ «ἐρητύσειέ τε θυμόν» βιάσεται θυμὸν νοεῖσθαι τὴν ψυχήν.] Σημείωσαι δὲ ὅτι τὸ ἕως ἔστιν ὅτε καὶ ἀντὶ τοῦ τέως λαμβάνεται, ὃ σημαίνει τὸ πρὸς τὸ παρόν· ὡς δηλοῖ καὶ παρ' Ἡροδότῳ τὸ «ἕως μὲν σιγὴν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
