# Commentarii ad Homeri Iliadem 1.128.1

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.128.1

ἔχει». κεῖται δέ που ἡ λέξις οὕτω καὶ παρὰ τῷ ποιητῇ ἐν τοῖς ἑξῆς. τὸ δέ «ἕως ὃ ταῦθ' ὥρμαινε» πάθος ἔχει περὶ τὴν τοῦ στίχου καταρχὴν προκεφάλου εἴτ' οὖν μακροκεφάλου ὄντος. τὸν γὰρ πρῶτον τόπον ποὺς ἐπέχει ἀμφίβραχυς «ἕως ὅ». ὁ δὲ ἀμφίβραχυς ἀνοίκειος μέτρῳ δακτυλικῷ, εἰ μὴ θεραπεύοιτο, καθάπερ καὶ ἐνταῦθα θεραπεία τις τῷ πάθει τῆς τοῦ στίχου κεφαλῆς ἐφεύρηται. τὸ μὲν γάρ «ἕως» κατὰ λόγον συνιζήσεως εἰς μίαν καταλογίζεται μακρὰν συλλαβήν. τὸ δὲ ο κατὰ τέσσαρας τρόπους κοινῆς συλλαβῆς ἐκ τοῦ ταπεινώματος τῆς βραχείας ἀνίσταται μηκυνόμενον. καὶ γὰρ καὶ δασύνεται καὶ τόνον ἔχει ὀξύν, κἂν ἡ συνέπεια βαρύνῃ αὐτόν, καὶ εἰς μέρος δὲ λόγου καταπεραιοῖ καὶ διὰ τοῦτο δύναται στίζεσθαι· ἔχει δὲ καὶ τὸ τ ἐπαγόμενον. ὅτι δὲ καὶ τὸ δασὺ πνεῦμα καὶ τὸ τῆς τάσεως ὀξὺ καὶ ἡ τῆς λέξεως εἰς τέλειον καταπεραίωσις καὶ ἡ τῶν ψιλῶν συμφώνων ἐπιφορὰ βοηθεῖν εἰς μηκυσμὸν δύνανται τῷ βραχεῖ φωνήεντι, οὐ τοῦ νῦν καιροῦ ἐστι λέγειν τε καὶ αἰτιολογεῖν. Ὁρμαίνειν δὲ ἀεὶ λέγει ὁ ποιητὴς τὸ ἔτι ἐν κινήσει καὶ ἀρχῇ τυγχάνειν βουλεύματος. εἰ δὲ καὶ τὰ βουλευόμενα διαφόρως ἔχοιεν πρὸς ἄλληλα, μερμηρίζειν τὸ τοιοῦτον καλεῖ διὰ τὴν διχόνοιαν καὶ τὸν τοῦ θελήματος μερισμὸν τραπέντος τοῦ ε τοῦ μερισμοῦ εἰς η, ὡς προγέγραπται. (v. 194) Ὅτι ὥσπερ τὸ ὁρᾶτο παθητικῶς εἴρηται ἀντὶ τοῦ ὥρα καὶ ἔβλεπεν ἐν τῷ «θνῄσκοντας ὁρᾶτο», οὕτω καὶ ἐν τῷ «ἕλκετο ἐκ κουλεοῖο μέγα ξίφος» ἀντὶ ἐνεργητικοῦ τοῦ εἷλκεν ἔφη τὸ ἕλκετο. Τὸ δὲ μέγα ξίφος μεγάλην τὴν τοῦ ἥρωος χεῖρα δηλοῖ συλλογιστικῶς, τὴν αὐτοῦ ἁπτομένην καὶ βριαρὰν καὶ οἵαν κούφως ἔχειν τὸ τοιοῦτον ξίφος ἕλκειν καί, ὡς αὐτὸς ὁ ποιητὴς λέγει, βαρεῖαν. φησὶ γάρ· «ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν». τινὲς δὲ ἐνταῦθα χεῖρα βαρεῖαν τὴν ἀριστερὰν ἐνόησαν, ὑφ' ἧς κατέχεται ἡ τοῦ ξίφους λαβή. [Σημείωσαι δὲ ὅτι παρὰ τοῖς ὕστερον τὸ ἕλκειν σταθμητικὴ λέξις γέγονεν ὁμοίως τῷ ῥέπειν, ὡς καὶ ἡ ὁλκὴ δηλοῖ καὶ τὸ καθέλκειν, ὅ ἐστι κάτω διὰ βάρος ῥέπειν.] Ὅτι ἔθος Ὁμήρῳ πολλάκις τὸν δε σύνδεσμον ἐν διαφόροις ἐννοίαις ἐφεξῆς τιθέναι, ὧν εἷς, ὁπότερος τύχῃ, λαμβάνεται ἐξ ἀνάγκης ἀντὶ τοῦ δη, ὥσπερ καὶ ὁ μὲν σύνδεσμος ἀντὶ τοῦ μήν. φησὶ γοῦν ὧδε· «ἕως ταῦτα ὥρμαινεν Ἀχιλλεύς, ἕλκετο δ' ἐκ κουλεοῦ τὸ ξίφος, ἦλθε δ' Ἀθήνη». ἢ γὰρ ἐν τῷ «ἕλκετο δέ» ἢ ἐν τῷ «ἦλθε δέ» ἀναγκαίως ὁ δε ἀντὶ τοῦ δη ληφθήσεται. πολλάκις δὲ τοῦτο καὶ ἐν τῇ κοινῇ ὁμιλίᾳ γίνεται, οἷον «ἐμοῦ δὲ παραινοῦντος ὁ δὲ ἀντέβαινε». [καὶ ἄλλως δὲ πολλάκις ὁ δε σύνδεσμος ἀντὶ τοῦ δη κεῖται, ὡς καὶ ἐν τῷ «μὴ δ' οὕτως ἀγαθός περ ἐὼν κλέπτε νόῳ». εἷς γὰρ ὢν εἴληπται ἀντὶ τοῦ δη.] (v. 194 s.) Ὅτι Ἀχιλλεὺς θυμῷ νικώμενος παράβολόν τι φρονεῖ, ξίφος ὀξὺ παρὰ μηροῦ ἐρύσασθαι μελετῶν κατὰ τοῦ βασιλέως. Ἀθηνᾶ δὲ οὐρανόθεν ἐλθοῦσα κωλύει τουτέστιν ἡ παρ' αὐτῷ ἀγχίνοια. οὐρανὸν δὲ ἐνταῦθα οἱ παλαιοὶ νοοῦσι τὴν κεφαλήν, ἔνθα ἐνιδρυμένη ἡ τῆς ἀλληγορίας Ἀθηνᾶ μεταποιεῖ τὸ θρασὺ τοῦ Ἀχιλλέως βούλευμα κατελθοῦσα τουτέστι τῷ λόγῳ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
