# Commentarii ad Homeri Iliadem 1.133

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.133

ἀλκὴν ἀλκαίαν, ὡς ἐπὶ λέοντος, [καὶ τὴν πέρην περαίαν] καὶ τὴν ἀκτὴν ἀκταίην, ὡς ἐπὶ Ἀττικῆς παρὰ Καλλιμάχῳ, καὶ τὴν γαλήνην γαληναίην, ὡς τὸ «γαληναίη τε γένηται» καὶ τὴν ἀνάγκην ἀναγκαίαν, οἷον· «ἀναγκαίη γὰρ ἐπείγει» καὶ τὴν σελήνην σεληναίαν, οἷον· «ἐπειδὴ φῶς σεληναίης καλόν», οὕτω καὶ τὴν Ἀθήνην Ἀθηναίαν φασὶν ἄλλοι τε καὶ ὁ ποιητής. οἱ μέντοι ὕστερον ἀποβάλλοντες τὸ ι τῆς αι διφθόγγου καὶ Ἀθηνάαν ποιοῦντες, ὥσπερ τὴν ἐλαίαν ἐλάαν Ἀττικῶς, οἷον· «τίς τῆς ἐλάας παρέτραγεν;» Ἀθηνάαν μὲν οὔ φασι, τὰ δὲ δύο α κιρνῶντες λέγουσιν Ἀθηνᾶν. διὸ καὶ ἐκτείνεται ἡ ταύτης εὐθεῖα καὶ ἀεὶ περισπᾶται διὰ τὴν τῶν δύο α κρᾶσιν. Ἰστέον δὲ ὅτι παρασημειοῦνται οἱ παλαιοὶ μὴ λέγεσθαί ποτε Ἀθηναίαν γυναῖκα διὰ τὴν τοιαύτην Ὁμηρικὴν Ἀθηναίαν ἤτοι Ἀθηνᾶν. ἀνὴρ μὲν γάρ, φασίν, Ἀθηναῖός ἐστιν, ὥσπερ καὶ Θηβαῖος, οὐ μήν, ὥσπερ Θηβαία, οὕτω καὶ Ἀθηναία γυνή, ἀλλὰ ἑτερωνύμως γυνὴ Ἀττική. τὸ γὰρ Ἀθηναία ἤδη προκατείληπται. ὅθεν ὡς θεῖόν τι τυγχάνον ὄνομα καὶ ὑπερηρμένον οὐ θέμις ὑποκαταβῆναι καὶ θνητοῖς προσώποις ἐγκαθεσθῆναι καὶ ὡς οἷον ἱεροσυληθῆναι θείαν κλῆσιν. Παυσανίας δὲ καὶ Αἴλιος Διονύσιος ἐν τοῖς οἰκείοις Λεξικοῖς φασιν, ὅτι Μετακλείδης αἰτίαν φησὶ τοῦ μὴ λέγεσθαι Ἀθηναίας τὰς Ἀττικὰς γυναῖκας, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προσηγορίᾳ καταισχύνωσιν. ὅτε δὲ ἤρξαντο αἱ ἀσταὶ ἤτοι Ἀττικαὶ γυναῖκες Ἀθηναῖαι λέγεσθαι, τότε δὴ ἐπενοήθη καὶ τὸ τὴν θεὸν μηκέτι Ἀθηναίην καλεῖσθαι, ἀλλὰ κατὰ συναίρεσιν Ἀθηνᾶν. ἕτεροι δὲ τῶν παλαιῶν οὕτω συντόμως εἶπον· «ἀνάττικον Ἀθηναίαν γυναῖκα εἰπεῖν· ἀστὰς δὲ τὰς Ἀττικὰς γυναῖκας ἔλεγον ὡς καὶ τοὺς ἄνδρας ἀστούς». Σημείωσαι δὲ ὅτι [τε καθ' ὁμοιότητά τινα τῶν προρρηθέντων ὀνομάτων οὐδὲ ἀνδρείαν γυναῖκα βούλονται λέγεσθαι, ἀλλ' ἀνδρικήν, οἷα τὸ τῆς ἀνδρίας ὄνομα τῇ ἀρετῇ ἀποκληρώσαντες· καὶ ὅτι] ἐνταῦθα μὲν ὀνόματι ἀρσενικῷ οὐκ ἐπηκολούθησε παρασχηματισμὸς θηλυκοῦ. Ἀθηναῖος μὲν γὰρ ἀνήρ, οὐκέτι δὲ καὶ Ἀθηναία γυνή, ἀλλά, ὡς εἴρηται, ἀστὴ καὶ Ἀττική. παρὰ μέντοι τοῖς φιλοσόφοις γίνεταί τι ἀνάπαλιν. αὐτοὶ γὰρ ἀρετὴν μὲν λέγουσιν· ἐξ αὐτῆς δὲ παρωνυμούμενον ἀρσενικὸν ὀκνοῦσιν εἰπεῖν τὸν ἐνάρετον· ἀντὶ δὲ αὐτοῦ ἑτερωνύμως σπουδαῖόν φασι τὸν τῆς ἀρετῆς μετέχοντα. οὕτω καὶ ἑταίρα μὲν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
