# Commentarii ad Homeri Iliadem 1.143

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.143

λάκις συνάγεται κατὰ πιθανότητα. Ἀλέξανδρος οὖν διὰ μίαν γυναῖκα τὴν Ἑλένην, ἧς αὐτὸς πεπείραται, καλλιγύναικα τὴν Ἑλλάδα καλεῖ. καὶ Μενέλαος δὲ τοὺς Πριαμίδας ὑπερφιάλους καὶ ἀπίστους λέγει ἑνὸς τοιούτου πεπειραμένος τοῦ Πάριδος. καὶ Ὀδυσσέα δὲ ὁ ποιητὴς διὰ μιᾶς πόλεως ἅλωσιν πτολίπορθον πολλαχοῦ λέγει ἅπαξ που τὸν ὄντως πολιορκητὴν Ἀχιλλέα τοιούτου καταξιώσας ὀνόματος. [Ἐνθυμητέον δὲ ὡς ἔχουσί τι συγγενὲς οἵ τε παρ' Ἡσιόδῳ δωροφάγοι βασιλεῖς καὶ ὃς δὲ καθ' Ὅμηρον δῶρ' ἀποαιρεῖται, καὶ ὅτι ἡ σύνθεσις τοῦ ἀποαιρεῖται ὁμοία τῇ τοῦ «ἀποαίρεο κούρην».] (v. 231) Ὅτι Ἀχιλλεὺς οὐκ ἂν ὡς εἰς μόνον ἑαυτὸν ἀδίκου πειραθεὶς τοῦ βασιλέως οἷα δαπανήσαντός τι τῶν αὐτοῦ, δημοβόρον αὐτὸν καλεῖ. οὐ γὰρ ἂν εὖ τοῦτο λέγοι, μὴ καὶ θυμῷ φερόμενος λάθοι ἂν σκῶμμα καθ' ἑαυτοῦ συντιθείς. εἰ γὰρ δι' αὐτὸν δημοβόρος ὁ βασιλεύς, ἄρα τοῦ δήμου αὐτὸς καὶ ὁ τυχὼν στρατιώτης καὶ ὡς εἰπεῖν τῆς ἀγέλης ἄνθρωπος καὶ οὐκέτι ἄριστος Ἀχαιῶν, ὁποῖον ἑαυτὸν αὐτὸς ἐρεῖ. εἰ δὲ δημότης ἐστίν, ὀφείλει ἄρα σιγᾶν. δῆμον γὰρ ἄνδρα οὐ δεῖ ἀντιλέγειν βασιλεῖ «παρὲξ ἀγορεύοντα», ὥς που ὁ Τρωϊκὸς ῥήτωρ Πολυδάμας φησίν. ἀλλὰ τοῦτο μὲν ἀστείως εἴρηται. δημοβόρον δὲ ἄλλως τὸν Ἀγαμέμνονα λέγει Ἀχιλλεὺς ὡς αὐτὸν ἑαυτῷ τὰ κοινὰ δαπανῶντα, οἷα εἰκός, πολλάκις, ὡς πρὸ μικροῦ εἴρηται. ἐνταῦθα δὲ ἀσυνδέτως εἰπών «δημοβόρος βασιλεύς» ἐλλειπτικῶς εἶπε διὰ θυμόν. λείπει γὰρ τὸ εἶ. ὁμοίως δὲ καὶ μετ' ὀλίγα ἐρεῖ· «ἦ γὰρ ἂν Ἀτρείδη νῦν ὕστατα λωβήσαιο». ἐλλείπει γὰρ ἐνταῦθα ὡς λαμβανόμενον ἀπὸ κοινοῦ τὸ «εἰ μὴ οὐτιδανοῖς ἤνασσες». σφόδρα δὲ κινητικὸν τοῦ δήμου τὸ δημοβόρος βασιλεύς καὶ ἐρεθιστικὸν εἰς θυμόν. ὥσπερ δὲ παρ' Ἡσιόδῳ τὸ δωροφάγοι ἐπιτείνει τὸ κακὸν τοῦ δωροληπτεῖν, οὕτω κἀνταῦθα τὴν ἀδικίαν τὸ δημοβόρον, ὃ ἠρέμα ὑπελαλήθη καὶ ἐν τῷ «δῶρ' ἀποαιρεῖσθαι». ὅρα δὲ καὶ ὅτι οὐ μόνον οἰνοβαρὴς ὁ Ἀγαμέμνων σκώπτεται ἀλλὰ καὶ βορός. [ἐν τούτοις δὲ ὁ Ἀχιλλεὺς καὶ τῶν Ἀχαιῶν καταφέρεται οὐκ εὐλόγως εἰπών· «ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις», ἐθέλων ἐκείνους θυμομαχοῦντι αὐτῷ συνδιατίθεσθαι, ὡς καὶ ἐπαναστῆναι τῷ βασιλεῖ. Τὸ δέ «σέθεν ἀντίον εἴπῃ» ὅμοιόν ἐστι πρὸς τὸ «ἶσον ἐμοὶ φάσθαι» καὶ πρὸς τὸ «ἀντείπῃ».] (v. 229) Ὅτι στρατὸν εὐρὺν εἰπὼν Ἀχαιῶν ὁ ποιητὴς ἔδειξεν, ὡς καλῶς εὐρυκρείοντα τὸν Ἀγαμέμνονα λέγει, ὅνπερ ἄλλοι καὶ εὐρυμέδοντά φασιν. (v. 232) Ὅτι Ἀττικοὶ πολλάκις εὐ-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
