# Commentarii ad Homeri Iliadem 1.154

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.154

ἀφ' οὗ ἀγαθός. οὕτω δὲ καὶ ἠγαθέη ἡ ἀγαστή.] (v. 253) Ὅτι ἐν τῷ «ἀγορήσατο καὶ μετέειπε» παρατηροῦσιν οἱ παλαιοὶ ὡς ἀγορήσασθαι μὲν ὁ ποιητὴς λέγει τὸ ἁπλῶς δημηγορῆσαι, μετειπεῖν δὲ τὸ μετὰ ταῦτα παραινετικῶς ὑποθέσθαι τὸ ποιητέον. οἷον [ἐν τοῖς πρὸ τούτων ὁ Κάλχας πρῶτα μὲν ἀγορήσατο ἑαυτὸν ἀσφαλισάμενος καὶ ἄλλ' ἄττα εἰπών, εἶτα καὶ μετέειπεν, ὅπερ ἐχρῆν γενέσθαι. οὕτω δὴ καὶ] ἐνταῦθα ἀγορήσατο μὲν ὁ Νέστωρ ἀπὸ τοῦ «ὢ πόποι» ἕως τοῦ «ἀλλὰ πίθεσθε καὶ ὔμμες», μετεῖπε δὲ ἐν τῷ «μήτε σὺ ποίει τόδε, μήτε σὺ ὦ βασιλεῦ καὶ ὦ Ἀχιλλεῦ». (v. 254) Ὅτι τὸ «ὢ πόποι» σχετλιασμὸν δηλοῖ καὶ πάθος ψυχῆς ἐπὶ δεινοῖς τισι γινομένοις, ἐφ' οἷς ἢ θρηνήσει τις ἢ ἐκθαμβηθήσεται ἢ ἄλλο τι τοιοῦτον πείσεται, ὡς καὶ ἐνταῦθα ὁ Νέστωρ ἐμφαίνει ὅλην ἐλεεῖν τὴν Ἑλλάδα. ἐκ παραλλήλου δὲ καὶ τὸ ὤ καὶ τὸ πόποι δηλοῦσι τὸ αὐτό, ὡς ἐάν τις εἴποι «φεῦ παπαί». καὶ γὰρ καὶ τὸ «φεῦ παπαί» παράλληλα κείμενα τὴν αὐτὴν σημασίαν ἔχουσιν. ἔστι δὲ σχῆμα ἐκ παραλλήλου, ὅτε δύο λέξεις ὁμοῦ κεῖνται παράλληλοι προφορᾷ μόνῃ διαφέρουσαι, σημαίνουσαι δὲ τὸ αὐτό· οἷον «θάνατόν τε μόρον τε». ταὐτὸν γὰρ αἱ λέξεις ἄμφω δηλοῦσι· καὶ «βάσκ' ἴθι» ἀντὶ τοῦ πορεύθητι, ἄπελθε· καὶ «ποθέεσκε δ' ἀϋτήν τε πόλεμόν τε». καὶ «ῥινοῦ τε βοῶν τ' εὐποιητάων». ῥινὸς γὰρ ἐνταῦθα καὶ βόες ταὐτὸν νοοῦσιν. ὅμοιον καὶ τὸ «πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι» καὶ τὸ λίαν πάνυ καὶ τὸ τυχὸν ἴσως καὶ ὅσα τοιαῦτα. ἐπίρρημα δέ ἐστι τὸ πόποι πρωτόθετον καὶ ἴσως ὠνοματοπεποιημένον, ὥσπερ καὶ τὸ ποποῖ καὶ τοττοῖ καὶ ὀτοττοῖ καὶ παπαὶ καὶ φεῦ καὶ ἄλλα πολλά. φασὶ δὲ οἱ παλαιοὶ ἐν τῷ «ὢ πόποι», ὅτι τὸ ὤ καὶ δασεῖαν εἶχε καὶ περιεσπᾶτο ὡς ἐνθουσιαστικόν τι ἐπίρρημα· παρὰ δὲ τοῖς ὕστερον οὐδέτερον τούτων πάσχει. οὔτε γὰρ δασεῖαν οὔτε περισπωμένην ἔχει, ἵνα μὴ συνεμπέσῃ τῷ ὧ ῥήματι, ὃ δηλοῖ τὸ πέμψω, ὅπερ μετὰ συνθέσεως ἐφῶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
