# Commentarii ad Homeri Iliadem 1.163

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.163

κύδιστός ἐστι. φησὶ γάρ· «εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, ἀλλ' ὅδε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει». ὥστε καὶ κύδιστός ἐστι φύσει ὁ Ἀγαμέμνων ὡς εὐρυκρείων καὶ πλειόνων ἀνάσσων καὶ οὐχ' ἁπλῶς κύδιμος, ὦ Ἀχιλλεῦ, κατὰ σὲ τὸν ἐκ τοῦ Διὸς μὲν κῦδος ἔχοντα, μικροβασιλέα δέ. καὶ ὅρα ὅπως οὔτε γενναιότητα οὔτε εὐγένειαν ὑπερτίθησι τῆς βασιλείας. θείας γὰρ λήξεως κατὰ τοὺς παλαιοὺς δοκοῦσιν εἶναι οἱ βασιλεῖς. ἐνταῦθα δὲ ὅρα καὶ ὅπως πραγματικῶς ὁ Νέστωρ ἀπὸ βασιλέως ἀρξάμενος εἰς αὐτὸν κατέληξεν, ὅπερ αὐτὸς ἀλλαχοῦ ἐπισημαίνεται ὡς ἐπίτηδες οὕτω τοὺς λόγους μεθοδεύων. ἐρεῖ γάρ που πρὸς τὸν βασιλέα, ὅτι ἀπὸ σοῦ μὲν ἄρξομαι, εἰς σὲ δὲ λήξω. ἤρξατο δὲ ἐνταῦθα ἐκ τοῦ βασιλέως προκαταστέλλων τὸν θυμὸν αὐτοῦ ἐν τῷ «μήτε σὺ ἀγαθός περ ὢν ποίει τάδε». εἶτα πρὸς τὸν Ἀχιλλέα λαλήσας ἀνακάμπτει εἰς τὸν βασιλέα καί φησιν· «Ἀτρείδη, σὺ δὲ παῦε τεὸν μένος». (v. 275 s.) [Ἰστέον δὲ ἐν τοῖς ῥηθεῖσιν, ὅτι τε τὸ «μήτε σὺ τόνδε ἀφαιροῦ τὸ οἰκεῖον γέρας» ἀποαίρεο λέγει φυσικῶς—ἐκ ταύτης γὰρ τῆς πρωτοτύπου διαλύσεως κέκραται τὸ «ἀφαιροῦ» προστακτικόν—καὶ ὅτι κἀνταῦθα κεῖται τὸ πρῶτα πληθυντικῶς ἀντὶ ἑνικοῦ τοῦ πρῶτον· (v. 278) καὶ ὅτι τὸ ἔτυχεν «ἔμμορε» λέγει κατὰ χρόνον μέσον παρακείμενον. μείρω γὰρ μερῶ, μέμορα καὶ μεταθέσει ἔμμορα τὸ εἰς μοῖραν ἔλαχον.] (v. 279) Τὸ δὲ σκηπτοῦχος, ὡς μὲν πρὸς τὸ σκῆπτρον, ἔλλειψιν δοκεῖ ἔχειν τοῦ ρ διὰ καλλιφωνίαν. εἰ δέ, ὡς προεγράφη, ἀπὸ τοῦ σκάπτου γίνεται, ἀνελλιπῶς ἔχει. σκᾶπτον γὰρ καὶ Πίνδαρος Δωρικῶς τὸ σκῆπτρόν φησιν. ἰστέον δὲ ὅτι, ὥσπερ διαφέρει ὁ δᾷδας ἔχων ἁπλῶς καὶ ὁ ἐν τοῖς κατ' Ἐλευσῖνα μυστηρίοις δᾳδοῦχος καὶ ὁ ῥάβδον ἁπλῶς ἔχων καὶ ὁ ταξεωτικὸς ῥαβδοῦχος, οὕτω καὶ ὁ σκῆπτρον ἁπλῶς ἔχων κατὰ τὸν ἐν Ὀδυσσείᾳ πτωχὸν Ὀδυσσέα καί, εἴ τις ἄλλος τοιοῦτος, καὶ ὁ σκηπτοῦχος, ὃς βασιλεὺς εἶναι ἰδιάζεται. (v. 281) Τὸ δέ «φέρτερος» λείπουσαν ζητεῖ πρόθεσιν τὴν προ ἢ ὑπερ. δηλοῖ γὰρ προφερέστερον ἢ ὑπερφερέστερον. (v. 275) Ὅτι καὶ τὴν Βρισηΐδα, ὥσπερ καὶ πρὸ τούτου τὴν Χρυσηΐδα, κούρην καλεῖ, ὡς ἁπλῶς νέαν· οὐ γὰρ δή που παρθένοι εἰσὶν οὔτε ἐκείνη οὔτε αὕτη. πολλαχοῦ δὲ τῆς ποιήσεως ἐπὶ τοιούτου σημαινομένου ἡ κόρη κεῖται. (v. 277) Ὅτι ἐν τῷ «μήτε σὺ Πηλείδη θέλε ἐρίζειν βασιλεῦσιν» οἱ παλαιοὶ εἰς τὸ «δή» ὀξεῖαν τιθέασι μετὰ ἀποστρόφου συναλείφοντες, ὡς ἂν εἴη «μήτε σὺ Πηλείδἤθελε» ἤγουν μήτε σύ, ὦ Πηλείδη, ἔθελε. φασὶ γὰρ μὴ εἶναι παρὰ τῷ ποιητῇ τὸ θέλειν δισυλλάβως, ἀλλὰ ἐθέλειν μετὰ τοῦ ε. (v. 284) Ὅτι τὸν Ἀχιλλέα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
