# Commentarii ad Homeri Iliadem 1.173

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.173

καὶ τῆς εις προθέσεως καὶ τῆς δε ἐπεκτάσεως δηλοῦντος τοῦ ποιητοῦ ὡς ταὐτόν ἐστιν εἰπεῖν ἔρχεσθον κλισίην καὶ ἔρχεσθον εἰς κλισίην καὶ ἔρχεσθον κλισίηνδε. οὕτω καὶ πρὸ ὀλίγων εἰπών «ἅλαδε», ὑποκαταβὰς εἰς ἅλα ἔφη σαφέστερον. ἰστέον δὲ ὡς ἐν τῷ «ἔρχεσθον κλισίην» δύναται καὶ ἡ ἐπι πρόθεσις λείπειν, ὡς δηλοῖ κατωτέρω τὸ «ἐπὶ κλισίας ἱκέσθην».] (v. 324 s.) Ὅτι ἐν τῷ «εἰ δέ κε μὴ δώῃσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἐλθὼν σὺν πλεόνεσσι, τό οἱ καὶ ῥίγιον ἔσται» οὐδετέρου γένους ἐστὶ τὸ «πλεόνεσσιν», ἵνα λέγῃ, ὅτι ἐλθὼν ἀφαιρήσομαι τὴν Βρισηΐδα σὺν ἄλλοις πολλοῖς τοῦ Ἀχιλλέως κτήμασι. καὶ συμφωνεῖ τοῦτο καὶ εἰς τὸ τοῦ βασιλέως φιλοκτέανον. Τὸ δὲ εἰπεῖν ὅτι ἐλθὼν σὺν πλεόνεσσιν ἀνδράσιν ἀφέλωμαι τὴν Βρισηΐδα, ἀγεννές φασί τινες καὶ βασιλικῆς φωνῆς οὐκ ἄξιον. δειλίαν γὰρ κατηγορεῖ τοῦ στείλαντος καί, ὡς ὠνειδίσθη, καρδίαν αὐτὸν ἔχειν ἐμφαίνει ἐλάφου. δύναται μέντοι ἄλλως ἀψόγως καὶ τοῦτο νοηθῆναι ὡς οἷα καταδημαγωγοῦντος τοῦ βασιλέως τοὺς Ἕλληνας ὡς δυναμένους τῷ Ἀχιλλεῖ ἀντεπεξάγεσθαι, περὶ ὧν καὶ φθάσας εἶπεν, ὅτι «πάρεισί μοι καὶ ἄλλοι, οἵ κέ με τιμήσουσιν», ἄλλως τε καὶ ἐπεὶ ὁ Ἀχιλλεὺς καθήψατό πως τῶν Ἑλλήνων ἐν τῷ «οὔτε σοὶ μαχήσομαι οὔτε τῳ ἄλλῳ», ὡς καὶ τῶν ἄλλων Ἀχαιῶν ἀδικησάντων, καὶ ἐν τῷ «ἐπεί με ἀφέλεσθέ γε δόντες» καὶ ἐν τῷ «αἶψα αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί», θαρρεῖ ὁ βασιλεὺς ὡς ἤδη καὶ οἱ ἄλλοι ἐκπολεμωθέντες τῷ Ἀχιλλεῖ ἀκέλευστοι ἕψονται αὐτῷ κατ' ἐκείνου. διὸ καί φησιν ἐλθεῖν σὺν πλεόνεσσι καὶ ἐπάγει «τό οἱ καὶ ῥίγιον ἔσται», ὡς φρικαλέου ἐσομένου τῷ Ἀχιλλεῖ τοῦ ἐπελθεῖν αὐτῷ καὶ τοὺς Ἀχαιούς. [Ῥίγιον δὲ τὸ φρικτὸν διὰ τὸ καὶ ῥῖγος ἐν τοιούτοις πολλάκις γίνεσθαι τῇ συστολῇ τοῦ ἐμφύτου θερμοῦ. (v. 326) Ὅτι καθάπερ ἐν τῷ «ἀλλὰ κακῶς ἀφίει», οὕτω καὶ ὧδε ἐν τῷ «ὣς εἰπὼν προΐει» συνέστειλεν Ἰωνικῶς τὸ δίχρονον τοῦ ἵει μακρὸν ἄλλως φύσει ὂν δι' αὔξησιν κατὰ τὸ «κνίσση δ' οὐρανὸν ἷκε» καὶ τὰ ὅμοια. (v. 330) Ὅτι μυριαχοῦ φίλον τοῖς ῥήτορσιν ἀντὶ καταφάσεων εὐειδεῖ χρᾶσθαι σχήματι τῷ κατὰ ἀπόφασιν, ὡς καὶ ὅτε εἴπῃ τὸ «οὐ γάρ μιν ἀφαυρότατος βάλεν», ἀλλὰ δηλαδὴ ὁ ἰσχυρότατος. οὕτω καὶ ὧδέ φησιν, ὡς οὐ γήθησεν Ἀχιλλεὺς ἰδὼν τοὺς ἐκ βασιλέως κήρυκας, ἀλλ' ὑπερελυπήθη δηλονότι. τοιοῦτον καὶ τῶν ὕστερον, Ἐπικούρου μὲν τὸ «οὐ παραγένησις» ἤτοι ἀποδημία, καὶ Θουκυδίδου τὸ «διὰ τὴν οὐ περιτείχισιν» ἤγουν τὸ ἀτείχιστον.] (v. 331) Ὅτι φόβος τε ὑπῆν τοῖς κήρυξι καὶ αἰδώς, ὁπηνίκα τὸν Ἀχιλλέα εἶδον· φόβος μὲν διὰ τὴν φθάσασαν λαληθῆναι ἀπειλὴν ὑπ'

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
