# Commentarii ad Homeri Iliadem 1.180

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.180

δακρύῃ παθὼν λύπην. οὐ γὰρ ἀπαθὴς ὁ σπουδαῖος ἀλλὰ μετριοπαθής. ἀρκεῖ δὲ αὐτῷ, ὅτι οὐκ ἀντελάβετο τῆς Βρισηΐδος καὶ ὅτι οὐδὲν εἶπε βαρὺ πρὸς τοὺς κήρυκας οὐδὲ ἔπραξεν. εἰ δὲ δακρύει, μέτριον τοῦτο πάθος καὶ οὐ πάνυ ἐπίμομφον. ὁ δὲ καὶ τοῦτο αἰδεῖται ποιῶν. διὸ καὶ νόσφι τῶν ἑταίρων ἑζόμενος δακρύει, ὅτι ἠτίμωται. οὐ γὰρ φιλογύνης ὁ νεανίας ἀλλὰ φιλότιμος. ὁ μέντοι παρὰ τῷ Σοφοκλεῖ Αἴας οὐδὲ ἐπὶ τοῖς μεγίστοις τῶν κακῶν ἐδάκρυσεν. ἐμβριθὴς γὰρ ἐκεῖνος καὶ μεγαλόθυμος καὶ μανίας ἐγγύς. (v. 350) Ὅτι πολλάκις ἐν ταῖς δευτέραις συζυγίαις τῶν περισπωμένων μετὰ τὴν συναίρεσιν, ὡς καὶ πρὸ τούτου ἐγράφη, πλεονάζει ποτὲ μὲν τὸ ο τὸ μικρόν, ποτὲ δὲ τὸ α τὸ βραχύ· οἷον μετὰ τὴν συναίρεσιν τοῦ ὁρῶν πλεονάσαντος τοῦ ο γίνεται ὁρόων ὁ βλέπων. ἄλλοτε δὲ ἐν τῷ ὁρᾷ πλεονάσαν τὸ βραχὺ α πρὸ τῆς ληγούσης τὸ ὁράᾳ πεποίηκεν. οὕτω καὶ «ἠιόνες βοόωσι» καὶ «κῦμα βοάᾳ ποτὶ χέρσον». Ὅτι ἔοικε τὸ παλαιὸν ὁ οἶνος μέλας εἶναι τὴν χρόαν μήπω περιεργασαμένης τῆς τρυφῆς τούς τε λευκοὺς καὶ τοὺς κιρροὺς καὶ τοὺς ἀνθοσμίας. καὶ βότρυες δὲ ὡς ἐπὶ πολὺ τοιοῦτοι· οἷον «μέλανες δ' ἀνὰ βότρυες ἦσαν». ὅθεν καὶ πόντον οἴνοπά φησιν ὁ ποιητὴς τουτέστιν οἴνου ὄψιν ἔχοντα καθ' ὁμοιότητα τοῦ «αἶθοψ οἶνος» ἀντὶ τοῦ μέλας, ὡς μετ' ὀλίγα ἐρεῖ ὁ ποιητής. εἰ δὲ καὶ πολιὰν ἅλα λέγει ἀντὶ τοῦ λευκήν, ἀλλὰ τοῦτο ἢ τοῦ περὶ τὸν αἰγιαλὸν μέρους τῆς θαλάσσης κατὰ τοὺς παλαιούς ἐστιν ἐπίθετον ὡς ἀεὶ τῆς παραιγιαλίτιδος λευκοτέρας οὔσης τοῦ πόντου, ὅς ἐστι τὸ τῆς θαλάσσης βαθύ, [ἢ τὴν ἐπαφρίζουσαν δηλοῖ καὶ οὕτω λευκανθίζουσαν. διὸ καὶ Μέλανθος Ποσειδῶν παρὰ Λυκόφρονι, τὸ μὲν διὰ τὴν τοῦ πόντου μελανίαν, τὸ δὲ διὰ τὸ οἷον ἐπανθοῦν καὶ ὑποπόλιον τοῦ ἀφροῦ.] λέγονται δέ που ὁμοίως καὶ βόες οἴνοπες οἱ μέλανες. Σημείωσαι δὲ ὅτι πολλῶν ὄντων ἐπιθέτων θαλάσσης οὐ πάντα τῇ ὅλῃ προσαρμόττουσι θαλάττῃ ἀλλὰ τὰ πλείω μέρεσί τισιν αὐτῆς. γλαυκὴ γοῦν οὐ πᾶσα, μόνη δὲ ἡ καὶ ἀβαθὴς καὶ ἄμμον δὲ ὑποκειμένην ἔχουσα λευκὴν καὶ οὕτω χρῶμα γλαυκὸν παραυγάζουσα. καὶ πολιὰ δὲ θάλασσα ὁμοίως οὐ πᾶσα, ἡ πρὸς τῷ αἰγιαλῷ δέ. μέλας δέ γε πόντος ὁ ἀκράτως τοιοῦτος. τὸ μέντοι πορφύρεον καὶ τὸ κυάνεον καὶ τὸ οἰνωπὸν διαφοραὶ μελανίας, ὥσπερ καὶ τὸ δνοφερὸν ὕδωρ. ὅτε τοίνυν πόντος μέλας ἢ πορφύρεος ἤ τι τῶν τοιούτων λέγεται, ὡς ἀπὸ μερῶν εἰς τὸ πᾶν τὸ ἐπίθετον φέρεται. Ἐνταῦθα δ' ἐνθυμητέον ὡς, καθὰ Ὀδυσσεὺς ἐν Ὀδυσσείᾳ τῆς πατρίδος ἀποδημῶν ἐκάθητο παρὰ τὸν αἰγιαλὸν πενθῶν καὶ τοὺς ὀφθαλμοὺς διαπεταννύων ἐκεῖ, ὅθεν ὁ πλοῦς αὐτῷ ἔμελλεν οἴκαδε γίνεσθαι, οὕτω καὶ Ἀχιλλεὺς ἐνταῦθα ἐκάθητο παρὰ τὸν αἰγιαλὸν ὁρῶν ἐπὶ πόντον καὶ ἀποπλέων οἷον τῇ θέᾳ εἰς τὴν πατρίδα καὶ σώματι μὲν ἐν τῇ Τροίᾳ παρών, τῇ φαντασίᾳ δὲ τὴν Φθίαν ὁρῶν. ἔχει δὲ καὶ ἄδειαν οὕτω πενθεῖν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
