# Commentarii ad Homeri Iliadem 1.188

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.188

ἔκ τινος. διὸ καὶ ἡ Θέτις Ἀχιλλέως ὑποθεμένου ἀναμνήσει τὸν Δία παλαιᾶς εὐεργεσίας καὶ ἀντ' αὐτῆς αἰτήσεται τιμὴν τῷ υἱῷ, εὖ ποιήσασά ποτε τὸν Δία καὶ αὐτὴ κατὰ τὸν μῦθον καὶ ἔπει καὶ ἔργῳ· ἔπει μέν, ὅτε τὴν ἐπιβουλὴν ἐμήνυσε τῷ Διΐ· ἔργῳ δέ, ὅτε τὸν ῥηθησόμενον Βριάρεων ἀνήγαγε συμμαχήσοντα. [Τὸν δὲ Δία ἐνταῦθα περιφράζων «κραδίην Διός» λέγει, οἷον «εἴ ποτε δή τι ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ».] (v. 396) Ὅτι ἦθος ὑπογράφει γυναικεῖον ὁ ποιητὴς ἐν τῇ διηγήσει τοῦ «πολλάκι γάρ σου ἤκουσα εὐχομένης ἀμῦναι τῷ κελαινεφέϊ Διΐ». ἔθος γὰρ γυναιξίν, εἴ που ἅπαξ καλόν τι ἐνδείξονται, συνεχῶς αὐχεῖν καὶ μεμνῆσθαι αὐτοῦ καὶ τῷ κατορθωθέντι ἐναγλαΐζεσθαι. ἀνὴρ μέντοι γελοῖός ἐστιν, εἰ τοῦτο πάσχοι. αἴτιον δὲ ὅτι γυναιξὶ σπάνιον τὸ κατορθοῦν. διὸ κἄν τι καταπράξωνται εἰσάπαξ μέγα, φέρουσιν ἀεὶ ἐπὶ στόματος τὸ καινὸν τοῦ πράγματος· ἀνὴρ δὲ οὐκ ἀγαπᾷ ἑνὸς ἀγαθοῦ εὐστοχήσας. διὸ καὶ ἡ κωμῳδία πολλὰ καταπαίζει Κλέωνος ἑνὶ καὶ μόνῳ βρενθυομένου τῷ κατὰ Πύλον ἀριστεύματι. καὶ ἡ παροιμία δὲ μῶκον ἔχει κατὰ τοιούτου ἀνδρὸς ἐν τῷ «σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι», ὡς τοῦ Ἀστυδάμαντος γυναικιζομένου ἐν τῷ ἀπρεπῶς περιαυτολογεῖν. ἐὰν δὲ καὶ Ὀδυσσέα μιᾶς πόλεως ἅλωσις σεμνύνῃ, ἀλλ' οὔτε προφέρει τοῦτο ἐκεῖνος καυχώμενος καὶ ἄλλως δέ, ὡς ἐν τῇ βῆτα ῥαψῳδίᾳ ὁ ποιητὴς ἐρεῖ, μυρία ἔοργεν ἀγαθὰ Ὀδυσσεὺς καὶ οὐ τῷ ἑνὶ μόνῳ τούτῳ σεμνύνεται οὐδὲ πολλάκις αὐτῷ ἐναβρύνεται. [Νέστορι δὲ οὐδ' αὐτῷ νέμεσις ἐλλαμπομένῳ ἄλλοτε ἄλλως τοῖς ὑπὲρ ἑαυτοῦ λόγοις καὶ οὕτω χορηγοῦντι ἀγαθὰς ὕλας τῷ ποιητῇ ἐς τὸ γράφειν δίχα γε τοῦ ἀδολεσχεῖν ταὐτολογικῶς.] Τὸ δὲ πολλάκι ἀποβολὴν ἔπαθε τοῦ σ, ὡς καὶ τὸ πλειστάκι καὶ τοσαυτάκι καὶ δηθάκι καὶ τὰ ὅμοια. καὶ ἔστι μεταπλασμός τις καὶ τοῦτο ἐπιρρηματικός. τελικὸν γὰρ ἐπιρρημάτων ὥσπερ τὸ ις βαρύτονον, οἷον πολλάκις, δηθάκις, οὕτω καὶ τὸ ι, οἷον αὐτόθι, κεῖθι, ὅθι· πρὸς ἃ μεταπέπλασται τὸ πολλάκι καὶ τὰ κατ' αὐτό, καθάπερ καὶ τὸ χῶρι· χωρὶς μὲν γὰρ ὀξύνεται, ὡς τὸ λικριφίς· ἐκπεσὸν δὲ τοῦ σ εἰς τὴν ἀναλογίαν τῶν ῥηθέντων εἰς ι ἐπιρρημάτων ἀπηυτομόλησε. (v. 397) Ζεὺς δὲ κελαινεφὴς παρὰ τὸ κελαινὸς φαίνεσθαι· τοιοῦτος γὰρ ὁ ἀήρ. ἐντεῦθεν δὲ καὶ αἷμά που ἐρεῖ κελαινεφές. ἢ παρὰ τὸ κελαίνεσθαι καὶ νείφειν, οἱονεὶ κελαινονεφής· ἢ παρὰ τὸ κελαίνεσθαι νέφεσι· νεφεληγερέτης γάρ. εἰ δὲ εἰς νοῦν ἀλληγορεῖται, τότε κάλλιόν ἐστιν εἰπεῖν αὐτὸν κελαινὸν μὲν διὰ τὸ βαθύ, φαεινὸν δὲ διὰ τὸ φύσει φωσφόρον. (v. 396 ss.) Ἰστέον δὲ ὅτι τῶν διηγήσεων αἱ μέν εἰσιν ὁμιλητικαὶ κατὰ τοὺς παλαιούς, ὅτε

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
