# Commentarii ad Homeri Iliadem 1.189

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.189

τις δηλαδὴ ἀκούσας ποτὲ ἀπό τινός τι αὐτῷ ἐκείνῳ διηγεῖται τῷ εἰπόντι τὸ προακουσθέν· αἱ δὲ ἀπαγγελτικαί, ἤγουν ὅταν τις κελευσθεὶς ἀγγείλῃ τὸ παρ' ἑτέρου ἐπιταχθέν· αἱ δὲ ὑποστατικαί, ὅταν τις οἴκοθεν ἀφηγῆταί τι παρ' ἑαυτοῦ ἢ παρ' ἑτέρου πραχθέν, ὡς πολλαχοῦ ὁ Νέστωρ ποιεῖ. ἐνταῦθα δὲ ὁ Ἀχιλλεὺς ὁμιλητικὴν ἐκτίθεται διήγησιν ἐκεῖνα λέγων τῇ μητρί, ἅπερ ἤκουσεν ἀπ' αὐτῆς· φησὶ γάρ «πολλάκις ἤκουσά σου ἐν μεγάροις πατρὸς λεγούσης τάδε». (v. 399 s.) Ὅτι ὥσπερ τἆλλα παρὰ τοῖς ποιηταῖς ἀνθρωποπαθὲς τὸ δαιμόνιον φῦλον, οὕτω δὴ καὶ κατὰ τὴν βασιλείαν· αὐστηρὸς γὰρ ὢν ὁ Ζεὺς ἔχει τοὺς τυραννιῶντας καὶ ἐπανισταμένους. φησὶ γοῦν ὁ μῦθος, ὅτι συνδῆσαι τὸν Δία ἤθελον Ἥρη τε καὶ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη· ἡ μὲν Ἥρα κατὰ τοὺς μυθικοὺς διὰ ζηλοτυπίαν, ἐπεὶ παρευδοκιμούμενος αὐτὴν παρηνόμει περὶ τὴν εὐνὴν πολλαῖς ἀναχρωνύμενος γυναιξίν· ὁ δὲ Ποσειδῶν διὰ τὸ τῆς μερίδος ἑτερόζηλον· Ζεὺς μὲν γὰρ εἶχε τὰ περὶ οὐρανόν, Ποσειδῶνι δὲ τὰ περὶ θάλασσαν ἔλαχεν· ἡ Ἀθηνᾶ δέ, διότι αὐτὴν ἀφῆκε βιασθῆναι ὑπὸ Ἡφαίστου, ὁπηνίκα τῆς κεφαλῆς αὐτοῦ γεννηθεῖσα τελεία προέκυψε. τινὰ δὲ τῶν ἀντιγράφων ἀντὶ τοῦ «καὶ Παλλὰς Ἀθήνη» γράφουσι «καὶ Φοῖβος Ἀπόλλων». ἄτοπον γάρ φασιν ἐπιθέσθαι τῷ πατρὶ Διῒ τὴν οὕτω πάνυ στεργομένην Ἀθηνᾶν· τὸν δέ γε Ἀπόλλωνα εὐλόγως τῷ Διῒ μηνίειν ὡς θητεῦσαι παραχωρήσαντι καὶ δι' ἄλλας αἰτίας, ἃς οἱ μυθογράφοι φασίν. (v. 401—4) Οἳ σὺν Ὁμήρῳ λέγουσι καί, ὅτι Θέτις ἐλθοῦσα τότε ὑπελύσατο ἤτοι λεληθότως ἐρρύσατο τοῦ δεσμοῦ τὸν Δία καλέσασα τὸν ἑκατόγχειρον εἰς Ὄλυμπον, «ὃν Βριάρεων καλέουσι», φησί, «θεοί, ἄνδρες δέ τε πάντες Αἰγαίωνα», ὃν καί φασι τοῦ οἰκείου πατρὸς Ποσειδῶνος ἀμείνονα τῇ βίᾳ εἶναι· ὃν καὶ δείσαντες οἱ θεοὶ οὐκ ἔδησαν τὸν Δία. καὶ ταῦτα μὲν τὰ τοῦ μύθου, ᾧ χρᾶται ὁ Ὁμηρικὸς Ἀχιλλεὺς λέγων ἐπιβουλὴν μὲν τὸν Δία παθεῖν ὑπὸ Ἥρας καὶ Ποσειδῶνος καὶ Ἀθηνᾶς τῶν τοῖς Ἀχαιοῖς ἄρτι βοηθούντων, μεῖναι δὲ ὅμως αὐτὸν ἀβλαβῆ διὰ τὴν τοῦ ἑκατόγχειρος Βριάρεω συμμαχίαν συνεπιλαμβανομένης τῆς Θέτιδος. ἔνθα καὶ ὅρα τὴν τοῦ νεανίου ῥήτορος δεινότητα, ὃς ἐπίτηδες θαρρύνων τὴν Θέτιν ἐπιβούλους μὲν κατέλεξε τοῦ Διὸς Ἥραν καὶ Ποσειδῶνα καὶ Ἀθηνᾶν τοὺς βοηθοῦντας τοῖς Ἀχαιοῖς, σώτειραν δὲ Διὸς τὴν Θέτιν ἔδειξεν, ὡς δέον εἶναι τὸν Δία ταύτῃ βοηθῆσαι, εἰς ἃ θέλει, ἤπερ τοῖς ποτε ἐπιβούλοις· ὃ καὶ γίνεται. διὸ κἂν ἡ Ἥρα ἐναντιωθῇ, ἀνύσει οὐδέν. Ἡ δὲ ἀλληγορία Ἥραν μὲν καὶ ἐνταῦθα τὸν ἀέρα νοεῖ, Ποσειδῶνα δὲ τὸ στοιχεῖον τοῦ ὕδατος, Ἀθηνᾶν δὲ τὴν γῆν, ὡς ἀπὸ τοῦ ἀνθεῖν, καὶ διότι, φασίν, ἐργάνη μὲν Ἀθηνᾶ λέγεται, γῆς δὲ τὸ ἐργάζεσθαι· Δία δέ φησι τὸν ὑπερκείμενον πάντων αἰθέρα· Θέτιν δὲ τὴν τοῦ παντὸς θέσιν, ταὐτὸν ἄμφω ἡγούμενοι τήν τε Θέτιν καὶ τὴν θέσιν, ὥσπερ καὶ φάτιν καὶ φάσιν· Βριάρεων δὲ ἑκατόγχειρα τὸν ἥλιον, ὃς πολλαῖς οἷον χερσὶ κατεργάζεται τὰ ὑφ' ἥλιον. καὶ ἔχει μὲν ὁ λόγος οὗτος ὁ περὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
