# Commentarii ad Homeri Iliadem 1.194

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.194

κατὰ χώραν ἀφέντες ἔπαιξαν ἄλλως, ἅπερ ἤθελον. ἡ γοῦν κωμῳδία τοιαῦτά τινα διθυραμβώδη ἐποίει ἐν μιᾷ λέξει ἀναγκάζουσα γραφὰς διαφόρους νοεῖν· οἷον ὅτε εἴπῃ, ὅτι ὁ Ζεὺς λήροις τοὺς νικῶντας ἀναδῶν στεφανοῖ. τὸ γὰρ λήροις λέγεται μέν, ὡς τῶν νικώντων ἐν Ὀλυμπίοις φλυάρῳ καὶ κενῷ κόμπῳ θελγομένων. βούλεται δὲ λέγειν καί, ὅτι λειρίοις ἤγουν ἄνθεσι τοὺς νικῶντας ἀναδεῖ. τὸ αὐτὸ ποιεῖ ὁ Κωμικὸς καί, ὁπηνίκα κηρύλου μεμνημένος τοῦ ζῴου, ὅπερ τὴν διὰ τοῦ η ἔχει γραφήν, ἀποσκώπτει εἰς κουρέα τινὰ κηρύλον ἐκεῖνον θέλων νοεῖσθαι, ὡς ἀπὸ τοῦ κείρω, τὸ κουρεύω, ὅπερ διὰ διφθόγγου γράφεται. ὅμοιον καὶ τὸ «ἐστεφάνιξα κἀδωρησάμην». δοκεῖ μὲν γὰρ λέγειν, ὅτι «δώροις ἐδεξιωσάμην», παραλαλεῖ δὲ καὶ τὸ Δωρικῶς εἰπεῖν ὡς τοῦ ἐστεφάνιξα διαλέκτου ὄντος Δωρικῆς. ταῦτα δὲ παίγνια κωμικὰ κατά τινα δῆθεν ὁμωνυμίαν, οὐ μὴν παρηχήσεις. ἡ γὰρ παρήχησις οὐ μιᾷ μόνῃ λέξει ἐμπεριγράφεται, ἀλλ' ἐν δυσὶ τὸ ἐλάχιστον. Ἔστιν οὖν ὅλως τοιαύτη τις ἡ τῶν ῥηθεισῶν παρηχήσεων θεωρία. ἡ παρήχησις ἢ διαφορὰν μέν τινα ἔχει ἐν λέξεων προφορᾷ, ταὐτότητα δὲ ἐν γραφῇ, καὶ ταύτην διχῶς· ἢ γὰρ ὀρθῶς κειμένων τῶν παρηχουσῶν λέξεων ἢ ἀνεστραμμένως· ὀρθῶς μὲν ἐν τῷ «οὐδ' Εὐπείθει πείθοντο» καὶ τοῖς ὁμοίοις, ὃ δὴ καὶ μόνον καιριωτάτη ἐστὶ παρήχησις· ἀνεστραμμένως δέ, οἷον τὸ μῦθος καὶ θυμός καὶ βαλών καὶ λαβών καὶ τὰ τοιαῦτα· ἢ ἀνάπαλιν ταὐτότητα μὲν ἔχει περὶ λέξεων προφοράν, διαφορὰν δὲ ἐν τῇ τῶν φωνηέντων γραφῇ· οἷον τὸ «ἔδδεισαν οὐδέ τ' ἔδησαν». πολλάκις δὲ καὶ ἀμφότερα ἤγουν διαφορὰν καὶ φωνῆς καὶ γραφῆς, ὡς τὸ «Φυλέα φίλον μακάρεσσι»· καὶ «εἴδωλον δ' ἑτέρωθεν ἑταίρου πόλλ' ἀγόρευε». [καὶ «ἥλῳ γὰρ ἧλος» κατὰ παροιμίαν τὴν ἐν Πολιτείαις παρὰ τῷ Ἀριστοτέλει κειμένην, ἣν οἱ μὴ εἰδότες ἄλλως γράφουσιν. ὡς γὰρ πάσσαλος πασσάλῳ ἐκκρούεται, οὕτω καὶ αὐτοί «ἧλος ἥλῳ» φασίν.] (v. 407) Ὅτι τὸ μνήσασα, ὅ ἐστιν ἀναμνήσασα, αἰτιατικῇ συντάσσει μετὰ γενικῆς· οἷον μνήσασα τὸν Δία τῶνδέ τινων. (v. 408 ss.) [Ὅτι προαναφώνησις τεχνικὴ τὸ «αἴ κέν πως ἐθέλῃσιν», ὁ Ζεὺς δηλαδή, «ἐπὶ Τρώεσσιν ἀρῆξαι» ἤγουν ἐπαρῆξαι τοῖς ἐν τῇ Τροίᾳ, «τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ' ἅλα ἕλσαι», ὅ ἐστιν εἰλῆσαι ἢ ἐλάσαι, «Ἀχαιοὺς κτεινομένους» καὶ τὰ ἑξῆς. προαναφωνεῖ γὰρ τὰ γενησόμενα Ὅμηρος νῦν, δι' ὧν ὁ Ἀχιλλεὺς πρὸς τὴν μητέρα φησίν.] (v. 410—2) Ὅτι πρὸ μικροῦ ὁ Ἀχιλλεὺς τὸ πλεῖον τοῦ πολέμου αὐτὸς διέπειν εἰπὼν καὶ ἄριστον ἑαυτὸν Ἀχαιῶν ἀποκαλέσας καὶ νῦν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
