# Commentarii ad Homeri Iliadem 1.198

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.198

Ἰουλιανός συστέλλουσιν. ὁ ἐανὸς πέπλος συστέλλων τὸ α οὐκ ἀντίκειται· τρισύλλαβος γάρ ἐστιν. Ἰστέον δὲ ὅτι τὸ «Ζεὺς ἐς Ὠκεανὸν εἰς τοὺς δεῖνα χθιζὸς ἔβη μετὰ δαῖτα», ἤγουν εὐωχίαν, «θεοὶ δ' ἅμα πάντες ἕποντο, δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπόνδε», παρῳδηθήσεταί ποτε εἰς πανδαισίαν πολυτελῆ μακροήμερον.] (v. 427) Ὅτι τοῖς παλαιοῖς ἔθος ἦν, ὁπηνίκα ἱκέτευον, κεφαλῆς τε λαμβάνεσθαι τῆς τοῦ ἱκετευομένου καὶ χειρὸς δεξιᾶς ἢ καὶ γονάτων· κεφαλῆς μὲν διὰ μέσης γενειάδος κατὰ Εὐριπίδην ἢ ἀνθερεῶνος καθ' Ὅμηρον διὰ τὸ ἡγεμονικόν· ἐν αὐτῇ γὰρ τὸ λογιστικόν, ὡς προείρηται· δεξιᾶς δὲ διὰ τὸ πρακτικόν· γονάτων δὲ διὰ τὸ κινητικὸν καὶ βαδιστικόν. καὶ ἤθελον συμβολικῶς τοὺς ἱκετευομένους παρακαλεῖν διὰ μὲν τῆς κεφαλῆς εἰς τὸ συνθέσθαι καὶ κατανεῦσαι, διὰ δὲ τῆς δεξιᾶς εἰς τὸ πρᾶξαι, διὰ δὲ γονάτων εἰς τὸ κινηθῆναι, πρὸς ἃ ζητοῦνται, ἢ καὶ ἐπικλασθῆναι τὴν ψυχὴν καὶ καμφθῆναι, οἷς ἱκετεύονται. καὶ γὰρ ἐν τοῖς γόνασι μάλιστα κλᾶται τὸ σῶμα. καὶ ἦσαν ταῦτα σύμβολά τινα καὶ οἷον οἰωνισμοὶ τοῦ τῆς ἱκετείας τέλους. σκαιᾶς μέντοι ἤτοι ἀριστερᾶς χειρὸς οὐ προσήπτοντο διὰ τὸ δυσοιώνιστον. οὐ γὰρ προσεῖχον τοῖς ἀριστεροῖς, ὅπου γε καὶ τὰ μὴ αἴσια σκαιὰ καὶ ἐπαρίστερα ἔλεγον, ὥσπερ τὰ ἀγαθὰ δεξιά, τύχην λέγοντες δεξιὰν καὶ νόημα δεξιὸν καὶ δεξιοῦσθαι τὸ φιλοφρονεῖσθαι. κεφαλῆς δὲ οὐ τῆς ὅλης ἥπτοντο ἀλλὰ τοῦ ἀνθερεῶνος καὶ τοῦ γενείου, ὡς καὶ Εὐριπίδης δηλοῖ λέγων· «ὁρῶ σε δεξιὰν κρύπτοντα καὶ πρόσωπον ἔμπαλιν στρέφοντα, ὡς μή σου προσθίγω γενειάδος». τούτου δὲ δηλωτικὸν καὶ τὸ «μὴ πρὸς γενείου μὴ 'ξέλῃ τὰ φίλτατα» καὶ τὸ «ἀλλ', ὦ φίλον γένειον, αἰδέσθητί με». Ἰστέον δὲ ὅτι, εἰ καὶ κεφαλῆς καὶ χειρὸς καὶ γονάτων οἱ ἱκέται ἥπτοντο, ἀλλὰ τὴν ὅλην ἱκετείαν γουνάζεσθαί φασιν ἐκ μέρους οἱ παλαιοί, διότι τοῖς ἱκετεύουσιν, εἰ καὶ μὴ κεφαλῆς ἢ χειρὸς ἔστι λαβέσθαι, τῆς μὲν ἔμπαλιν τυχὸν στρεφομένης τῆς δὲ κρυπτομένης, ἀλλὰ γόνατος γοῦν οὐ πάνυ δυσχερὲς ἅπτεσθαι. οἱ δὲ μεθ' Ὅμηρον τὴν τοῦ γονυπετεῖν λέξιν ἐντεῦθεν ἐφεῦρον συνθέντες ἐκ τοῦ γόνυ καὶ τοῦ πέτειν, ἐξ οὗ τὸ πίπτειν παράγεται, ὡς τὸ ῥίπτειν ἀπὸ τοῦ ῥέπειν. ἀκολούθως δὲ τούτῳ καὶ ἡ γονυκλισία ὠνόμασται. Ὅτι δὲ πέτω ἐστὶ ῥῆμα βαρύτονον ἄρρητον, δηλοῖ ὁ πέσω μέλλων εὔχρηστος, ὃ Δωριεῖς καὶ Αἰολεῖς πεσῶ λέγουσιν, ὡς ἐσῶ, κλαυσῶ, ἐξ ὧν τὸ πεσεῖται, ἐσεῖται, κλαυσεῖται καὶ τὰ ὅμοια. [ἐκ δὲ τοῦ πεσῶ ἀνελθόντος εἰς ἐνεστῶτα καὶ τὸ πέσημα, ὅ ἐστι πτῶμα, κεῖται παρὰ τοῖς τραγικοῖς.] Ὅτι ὁ θαρρῶν ἱκετεῦσαι καὶ πεῖσαί τινα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
