# Commentarii ad Homeri Iliadem 1.201

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.201

λέγεταί τις κακὸν ἀντὶ τοῦ περικρύπτειν, περικαλύπτειν. τὸν δὲ ναυτικὸν στόλον ἑτεροῖόν τι στέλλειν παράγει.] (v. 434) Ἱστὸς δὲ τὸ ὀρθὸν ξύλον, οὗπερ τὸ κέρας καὶ τὰ ἱστία ᾐώρηνται, κατ' ἐξοχήν τινα οὕτω λεχθείς. αὐτὸς γὰρ μάλιστα ὀρθὸς ἵσταται. Ἱστοδόκη δὲ ξύλον κατὰ πρύμναν ἐξέχον, καθ' οὗ κλίνεται ὁ ἱστός. γράφεται δὲ διὰ τοῦ κ, διότι τὰ παρὰ τὸ δέχω οὕτω προάγονται Ἰωνικῶς, οἷον ξεινοδόκος, δουροδόκη, ἱστοδόκη· ἤδη δὲ καὶ Ἀττικῶς. πανδοκεύτριαν γοῦν ὁ Κωμικός φησι καὶ ξυροδόκην, καπνοδόκην καὶ τοιαῦτά τινα. δῆλον δὲ ὅτι κοινωνία τις ἦν τῇ παλαιᾷ Ἰάδι καὶ Ἀτθίδι. Πρότονα δὲ κατά τινας μὲν σχοινία, δι' ὧν τὰ ἱστία πῇ μὲν ἀνέλκονται, πῇ δὲ χαλῶνται, μάλιστα δὲ τὰ συνδέοντα τὸ κέρας πρὸς τὸν ἱστόν, ὥς φασιν οἱ εἰδότες. φυλάσσεται γὰρ ἡ λέξις ἔτι καὶ νῦν παρὰ τοῖς Ἀνατολικοῖς. εὕρηται δὲ καὶ ἀρσενικῶς ὁ πρότονος. Τὸ δὲ ὑφέντες καιρίως εἴρηται ἀντὶ τοῦ χαλάσαντες. ἐντεῦθεν καὶ παρὰ τοῖς μεθ' Ὅμηρον καθυφιέναι τὸ ἀνίεσθαί τινος ἐνστάσεως καὶ δίκη καθυφέσεως, ὅτε τις δικηγόρος χαυνωθεὶς προδῷ τὴν ὑπόθεσιν ὑπενδοὺς καὶ οἷον καταχαλασθείς. (v. 435) Ὅρμος δὲ τί ἐστιν, ἀνωτέρω ἐγράφη. (v. 436) Εὐναὶ δὲ νῦν οὔτε αἱ κοῖται οὔτε αἱ διατριβαί, ἀλλὰ αἱ τὴν νῆα εὐνάζουσαι ἄγκυραι ἐν τῷ χαλᾶσθαι κατὰ τοῦ ὕδατος. πολλαχοῦ δὲ ἡ λέξις εὑρεθήσεται. Πρυμνήσια δὲ τὰ ἀπόγεια σχοινία τουτέστιν, οἷς ἡ ναῦς ἀποδεῖται εἰς γῆν καὶ οἷς ὥσπερ πείθεται. διὸ τὰ αὐτὰ καὶ πείσματα λέγονται. (v. 437) Ῥηγμὶν δὲ ἐνταῦθα μὲν ὁ αἰγιαλός, ᾧ τὰ κύματα προσρήσσονται, ὥς πού φησιν ὁ ποιητής· «χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει». ἐν δὲ Ὀδυσσείᾳ καὶ τὴν ἐπιφάνειαν τῆς θαλάσσης, ἣν αἱ κῶπαι ῥήσσουσι, ῥηγμῖνα καλεῖ. καὶ νῦν μὲν οὕτω διεσκεύασεν ὁ ποιητής, προϊὼν δὲ θυτικὴν διασκευὴν ἑτέραν ποιήσει ἐν τῷ «ἀνέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν» καὶ τὰ ἑξῆς. ἀλλαχοῦ δὲ διασκευάζων τὸν ἐξ ὕπνου νυκτερινοῦ ἐγερθέντα ἐρεῖ· «μαλακὸν ἔνδυνε χιτῶνα, περὶ δὲ μέγα βάλλετο φᾶρος» καὶ τὰ ἐφεξῆς. Περὶ δὲ ὁπλίτου ἀνδρὸς ἐν ἑτέροις

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
