# Commentarii ad Homeri Iliadem 1.206

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.206

αἰδοίου, [ὃ καὶ κριθὴν ἐκεῖνοι καθ' ὅμοιον λόγον ἐκάλεσαν. καὶ οὕτω μὲν οἱ παλαιοὶ αὖ ἔρυον.] (v. 460) Τοὺς δὲ μηροὺς κνίσσῃ τουτέστι πιμελῇ καλύπτοντες ἔκαιον, [ἧς δὴ κνίσσης τῆς καὶ προγραφείσης ὄνομα σῴζεται μέχρι καὶ νῦν παρὰ τοῖς κνισσάριον καλοῦσιν αὐτήν.] (v. 461) Ἔκαιον δὲ δίπτυχα ποιοῦντες ἤγουν δίπλωμα τῇ πρὸς ἀλλήλους ἐπιθέσει τῶν μηρῶν ἢ μάλιστα διπλοῦντες ἐν αὐτοῖς τὴν κνίσσαν. ἦν γὰρ σπουδὴ ὁλοκαυτωθῆναι τοὺς μηροὺς λαμπρῷ καταφλεχθέντας πυρί, ὡς, εἴγε μὴ τοῦτο ἀπέβαινεν, ἀπαίσιον ἦν τοῖς Ἕλλησι τὸ γινόμενον καὶ οὐκ ἐδόκουν καλλιερεῖν, ὁπηνίκα κατὰ τὴν τραγῳδίαν οἱ μηροί «καταρρυεῖς καλυπτῆς ἐξέκειντο πιμελῆς». καὶ οὕτω μὲν τοὺς μηροὺς ὥς τι τίμιον ὡλοκαύτουν ἐξαιροῦντες ἀπὸ τῶν ἄλλων τοῦ ζῴου μερῶν διὰ τὸ συντελεῖν τοῖς ζῴοις εἰς βάδισίν τε καὶ εἰς γένεσιν τῇ προέσει τοῦ σπέρματος. τῶν δὲ λοιπῶν τοῦ ζῴου μελῶν μικρά τινα ἐκτέμνοντες οἷόν τινας ἀπαρχὰς τοῦ ὅλου ζῴου ἐπετίθουν αὐτὰ τοῖς διπτύχοις. καὶ τοῦτο ὠμοθετεῖν ἐκάλουν τὸ τοῖς μηροῖς ὠμὰ πάντοθεν ἀκρωτηριάζοντας κρεάτων ἐπιτιθέναι τμήματα, ὡς δοκεῖν κατὰ τοὺς παλαιοὺς ὅλα οὕτω τὰ μέρη τοῦ ἱερείου καρποῦσθαι. Τινὲς μέντοι ὠμοθετεῖν ἄλλως εἶπον ὡς ἀπὸ τοῦ ὤμου. ἐν γοῦν ῥητορικῷ Λεξικῷ εὕρηται οὕτως· ὠμοθέτησαν. τὸ ἀφ' ἑκάστου μέλους τοῦ ἱερείου ἀπετέμοντο καὶ ἀπήρξαντο ἀπ' ὤμου καὶ ἐνέβαλον εἰς τὰ μηρία κατὰ τὴν θυσίαν. καὶ οὕτω μέν πως ὠμοθέτουν θύοντες. (v. 464) Κατακαυθέντων δὲ τῶν μηρῶν τότε δὴ πρὸ τοῦ φαγεῖν ἐμερίζοντο ἑαυτοῖς εἰς βρῶσιν τὰ τῷ σπληνὶ παρωνυμούμενα σπλάγχνα τουτέστι τὰ ἐντοσθίδια, σπλῆνα, καρδίαν, ἧπαρ. τοῦτο γὰρ δηλοῖ τὸ «σπλάγχνα ἐπάσαντο». δηλοῦντες ἐνδιαθέτως ἐκ ψυχῆς τελεῖν τὴν θυσίαν. Ἔστι δὲ πάσασθαι τὸ γεύσασθαι, ἀφ' οὗ καὶ «ἄπαστος ἐδητύος» ὁ ἄγευστος, [ὧν προϋπάρχει τὸ πῶ, τὸ κτῶμαι. ὅθεν καὶ τὸ πῶϋ καὶ πηός ὁ ἐξ ἀγχιστείας ἐπίκτητος συγγενὴς καὶ πολυπάμμων ὁ πολυθρέμμων, εἴτ' οὖν πολύκτητος ταὐτὸν δὲ φάναι πολυκτήμων.] (v. 465 s.) Ἐπεὶ δὲ καὶ τοῦτο ποιήσειαν, τότε δὴ τὰ μελεϊστὶ τμηθέντα μιστύλλοντες τουτέστιν εἰς μεῖστα, ὅ ἐστι σμικρότατα, κόπτοντες ἀμφ' ὀβελοῖσιν ἔπειρον ἢ πεμπωβόλοις, περὶ ὧν κατωτέρω εἰρήσεται, καὶ περιφραδέως ὀπτῶντες ἤσθιον. καὶ ταῦτα μὲν ἱστορεῖ περὶ Ἑλλήνων

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
