# Commentarii ad Homeri Iliadem 1.214

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.214

γὰρ τοιοῦτός ἐστι βασιλεύς, ᾧ εὐρὺς εἴκει λαός.] (v. 479) Ὅτι ἐν τῷ «ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων» ἤγουν ἥλιος, λελύσθαι τε τὸν λοιμὸν ὁ ποιητὴς ἐμφαίνει· λοιμοῦ γὰρ στυγνότητα διασκεδάννυσιν ἄνεμος· καὶ φύσιν δὲ ἀνέμου διδάσκει, ὃς ἐξ ἰκμάδος ὑδάτων ἀτμιζομένης ὑπὸ ἡλίου γίνεται. διὸ καὶ ἐν ἄλλοις φησίν· «ἀνέμων μένος ὑγρὸν ἀέντων». ὑγρότης γὰρ ὑλικὸν ἀνέμου αἴτιον, ὅθεν καὶ ψιλοῦται τὸ ἴκμενος ἀπὸ τῆς ἰκμάδος. ὅτι δὲ καὶ δασύνεται παρὰ τὸ ἱκέσθαι ὡς οἱονεὶ ἱκόμενός τις ὢν ἤγουν ἐπιτήδειος εἰς τὸ ἱκέσθαι, λέγουσι καὶ αὐτὸ οἱ παλαιοί, [ἵνα προσφυῶς ὁμοῦ εἴη τὸ ἵκμενος καὶ τὸ οὖρος, ὁ μὲν παρὰ τὸ ἱκέσθαι ὤν, ὁ δὲ παρὰ τὸ ὀρούειν, Ἰωνικῇ ἐπενθέσει τοῦ υ. ὁ δὲ τοιοῦτος ἄνεμος εἴη ἂν Ὁμηρικῶς εἰπεῖν καὶ πλησίστιος, οὗ πρὸς ὁμοιότητα εἴρηκέ τις καὶ ἄρτον πλησίγναθον, ὥσπερ αὖ πάλιν πρὸς τοῦτο εἴρηται ὁ φυσίγναθος.] (v. 480—2) Ὅτι διασκευάζων ὁ ποιητὴς καὶ οἷον ἐκφράζων ἀνάπλου εὔπλοιάν φησιν· «οἳ δ' ἱστὸν στήσαντο ἀνά θ' ἱστία λευκὰ πέτασαν· ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης· ἣ δ' ἔθεε κατὰ κῦμα διαπρήσσουσα κέλευθον». καὶ ὅρα ὅπως ἐν μὲν τῇ στάσει τοῦ ἱστοῦ καὶ τῇ ἐκπετάσει τῶν ἱστίων λεία ἐστὶν ἡ φράσις τῷ ποιητῇ, ἐν δὲ τοῖς ἑξῆς ἐτράχυνε τὴν φωνὴν τῇ τε ὀνοματοποιΐᾳ τοῦ ἴαχε καὶ τῷ συχνῷ ῥοίζῳ τοῦ ρ τὸν τραχὺν ἦχον τοῦ πλοῦ μιμούμενος. ἔστι δὲ τὸ μέν «ἱστὸν ἐστήσαντο» τρόπος ἐτυμολογικός, ὡς καὶ ἐν Ὀδυσσείᾳ τὸ «ἱστὸν στησαμένη ὕφαινεν». ἑκάτερος γὰρ ἱστὸς ἐκ τοῦ ἵστασθαι λέγεται. τοιοῦτο δὲ καὶ τὸ «μολπῇ μέλποντες». Τὸ δὲ ἱστία παρηχεῖται πρὸς τὸν ἱστόν. Τὸ δέ «ἱστία λευκὰ πέτασαν» δηλοῖ μὲν τὸ ἀνεπέτασαν καὶ ἥπλωσαν· ἀρχὴ δὲ γέγονε τοῦ πτερὰ νηὸς καὶ τὰ ἱστία λέγεσθαι. διαπετάννυνται γὰρ καὶ ὠκύτητός εἰσιν αἴτια, ὥσπερ τὰ πτερὰ τοῖς πτηνοῖς, οὕτω καὶ αὐτὰ ταῖς ναυσί. [κατὰ τὸ παρέλκον δὲ καὶ οὐκ ἀναγκαίως κεῖται τὸ λευκά.] Τὸ δέ «ἄνεμος πρῆσεν», ὅ ἐστιν ἐφύσησε, καὶ τὸ «διαπρήσσουσα κέλευθον», ὅ ἐστι διαπερῶσα, παρήχησίς τίς ἐστι καὶ αὐτὸ οὐ πάνυ εὐχρηστουμένη. διὸ οὐδὲ ἐγγυτάτω κεῖνται αἱ λέξεις,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
