# Commentarii ad Homeri Iliadem 1.222

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.222

ὑπισχνεῖσθαι καὶ κατανεύειν οἷον ἐπὶ τῇ ἐκβάσει αὐτῶν. (v. 526) Ἰστέον δὲ ὅτι τὸ «οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλὸν οὐδ' ἀτελεύτητον» καὶ οὕτω φασὶν οἱ παλαιοί, ὅτι διὰ μὲν τοῦ «οὐ παλινάγρετον» δηλοῖ, ὡς βέβαιός ἐστι· διὰ δὲ τοῦ «οὐδ' ἀπατηλόν» ἐμφαίνει, ὅτι καὶ φιλαλήθης ἐστί· διὰ δὲ τοῦ «οὐδ' ἀτελεύτητον», ὅτι καὶ τελεσιουργός ἐστιν. ἐν δὲ τῷ «οὐ γὰρ ἐμόν» λείπει τὸ ἔπος ἤ τι τοιοῦτον, ὡς καὶ ἐν τῷ «κερτομίοις Δία Κρονίωνα προσεῖπε» λείπει τὸ ἔπεσιν. (v. 527) Ὅρα δὲ ὅτι, ὥσπερ ἀνωτέρω τὸ μελήσει μελήσεται εἶπεν, οὕτω καὶ τὸ κατανεύσω καὶ παθητικῶς ἔφη κατανεύσομαι. [τῷ δὲ κατανεύσω ἀκόλουθον μετ' ὀλίγα τεθὲν καὶ τὸ νεῦσεν, οὐ μὴν νεύσατο.] (v. 528) Ὅτι πάντα ὑποτυπούμενος ἄριστα ὁ ποιητὴς παραφαίνει καὶ οἷαι ἂν ὦσιν αἱ καλαὶ ὀφρύες λέγων· «κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων», ὁ μυθικὸς δηλαδὴ Ζεύς, ὡς τοιούτων οὐσῶν τῶν καλῶν ὀφρύων. τῷ μέντοι ἀλληγορουμένῳ Διῒ οὐ τοιαῦται ἂν εἶεν ὀφρύες. (v. 528 s.) Τὰς δὲ τῆς κεφαλῆς αὐτῷ τρίχας οὔ φησιν, οἵου χρώματος ἦσαν, ἀλλὰ ἀρκεῖται μόνον εἰπὼν αὐτὰς θείας τρίχας ἐν τῷ «ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος». [Σημείωσαι δὲ ὅτι ἐκ τῶν Ὁμηρικῶν κυανέων ὀφρύων ἐκέρδησέ τις τὸ εἰπεῖν «ὀφρύων νέφωσιν» τὴν σκυθρωπότητα. ἔχοι δ' ἂν πάντως νεφώσιας ὀφρύων ἀλληγορικῶς καὶ ὁ ἀὴρ Ζεύς, ὅτε νεφούμενος αἴσιόν τι δηλοῖ λόγῳ διοσημίας.] Ὅρα δὲ ὅτι τὸ Κρονίων ἐνταῦθα ἐξέτεινε τὴν παραλήγουσαν, ὡς καὶ ἀλλαχοῦ· ὡς ἐπὶ πολὺ μέντοι συστέλλεται. [Ἰστέον δὲ ὡς, εἰ καὶ πολυλογοῦνται αἱ σωματικαὶ ὀφρύες ἐτυμολογικῶς, ἀλλὰ νῦν ἀρκεῖ φάναι ὡς παρὰ τὸ ὄπτω γίνεται καὶ τὸ ῥύω, τὸ φυλάσσω, τροπῇ συνήθει ἐν πολλοῖς τοῦ π εἰς φ. φυλάσσουσι γὰρ τὴν ὄψιν ἔκ τε ἄλλων καὶ τοῦ μὴ κακουργεῖσθαι ὑπὸ ἱδρώτων.] (v. 529) Χαίτη δὲ οὐ μόνον ἐπὶ ἀνθρώπου κυριολεκτεῖται, ὡς καὶ ὧδε φαίνεται καὶ ἐν τῷ «κυανοχαίτης Ποσειδῶν», ἀλλὰ καὶ ἐπὶ λέοντος λέγεται· [ὅθεν καὶ χαιτήεις ἐκεῖνος. καὶ ἄρκτος δὲ χαιτήεσσα·] καὶ ἐπὶ ἵππου· ἐπ' αὐτοῦ δὲ καὶ ἡ θρὶξ λέγεται, ὡς δηλοῖ τὸ «ἵπποι καλλίτριχες», [οἱ καὶ λασιαύχενες διὰ τὴν τοιαύτην τρίχωσιν. γίνεται δὲ χαίτη παρὰ τὸ χῶ καὶ τὸ ἀΐττω· χεῖται γὰρ ἀΐσσουσα ὧδε καὶ ἐκεῖ καὶ μάλιστα τοῖς δρομιχαίταις κατὰ τὸ «ἀμφὶ δὲ χαῖται ὤμοις ἀΐσσονται». ὥστε ἀπὸ ἐλλόγου συναιρέσεως ἡ χαίτη ἔχει τὴν δίφθογγον.] Ἐν δὲ τῷ «κυανέαις ἐπ' ὀφρύσιν» ἡ ὅλη νοεῖται κεφαλὴ ἀπὸ μέρους συνεκδοχικῶς καὶ κατὰ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
