# Commentarii ad Homeri Iliadem 1.233.1

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.233.1

φιλητὸς τῷ Διΐ. διὸ οὐδὲ πολυωρεῖ ἐν τοῖς ἄνω, ἀλλὰ κάτω ῥίπτεται ἀπὸ βηλοῦ θεσπεσίοιο, ὥς φησι μετ' ὀλίγα ὁ ποιητής. οὐ γὰρ φίλος ἐκεῖνος τῷ Διΐ, ἀλλὰ μᾶλλον τῇ μητρὶ Ἥρᾳ. πάθος γὰρ Ἥρας ὁ τοιοῦτος Ἥφαιστος ἤτοι ἀέρος σύμπτωμα, ὅτε μὴ φιλίως ἔχει πρὸς τὸν αἰθέρα μηδὲ κατὰ φύσιν, ἀλλὰ ταῖς γῆθεν ἀναθυμιάσεσιν ὥσπερ φραγνυμένη πρὸς τὸν Δία ἐκπεπολέμωται. τότε γὰρ οἱ κεραυνοὶ καὶ οἱ σκηπτοὶ γίνονται καὶ εἴ τι ἄλλο τοιοῦτον τῷ αἰθέρι ἐπιπροσθοῦν. διὸ καλῶς ἂν μήτηρ τοῦ τοιούτου οὐρανίου Ἡφαίστου τοῦ, ὡς ἐρρέθη, χωλοῦ ἡ Ἥρα κατὰ μόνας λέγοιτο καὶ μόνη τεκεῖν αὐτόν, καθά τινες τῶν μυθογράφων φασίν, ὡς αὐτὴ αἰτία οὖσα τῆς τῶν τοιούτων ἐν μετεώρῳ παθῶν γενέσεως. ἀστεῖοι δὲ ὁμοίως καὶ οἱ μὴ τῆς Ἥρας μόνης υἱὸν αὐτὸν ποιοῦντες, ἀλλὰ ὁμοῦ μὲν Ἥρας καὶ Διός, πλὴν ἀπὸ κλεψιγαμίας, ὅτε «φίλους λήθοντε τοκῆας» εἰς εὐνὴν ἐφοίτων. κλέπτουσι γάρ πως τὰ τοιαῦτα πάθη τὸ γίνεσθαι καὶ οὐ παρρησιάζονται τὴν φυσικὴν ἀεὶ γένεσιν. Ἐπεὶ δὲ χωλὸς καὶ ὁ λοιπὸς τῆς ἀλληγορίας Ἥφαιστος, τὸ περὶ γῆν δηλονότι, ὡς ἐρρέθη, πῦρ, ἀστείως ἂν καὶ τούτου μήτηρ ἡ αὐτὴ ὁμοίως Ἥρα λέγοιτο. ἐξ ἀέρος γὰρ ἀληθῶς καὶ ὁ τοιοῦτος Ἥφαιστος, οὐ μόνον διότι ἡ φλὸξ ἀήρ ἐστιν ἐξαφθείς, ἀλλὰ καὶ ὅτι τὴν ἀρχὴν ἔοικεν εἰς γῆν ἄνωθέν ποθεν ἐλθεῖν ἢ κεραυνοῦ ὡς εἰκὸς κατενεχθέντος καὶ ξύλῳ ἐνσκήψαντος καὶ οὕτως ἀρχήν τινα καὶ σπέρμα πυρὸς ἐνδόντος ἀνθρώποις ἢ καὶ διά τινος μηχανῆς πυρὸς ἐξ ἀέρος κατενεχθέντος, ὁποῖα καὶ τὰ διὰ λίθων, κρυστάλλων καὶ ὑέλων ἐξαπτόμενα. καὶ τὰ πυρεῖα δὲ τῇ τοῦ μεταξὺ ἀέρος ἐκπυρώσει ἐκφαίνουσι πῦρ· καὶ ξύλον δὲ σιδήρῳ συχνὰ προστριβόμενον ἢ καὶ ξύλον ξύλῳ ἐξεπύρωσε τὸ μεσολαβοῦν τοῦ ἀέρος καὶ πῦρ ἄφαντον ἔφηνε. καὶ οὕτως Ἥρας υἱὸς ὁ χωλὸς Ἥφαιστος ὅ τε οὐράνιος ἄνω καὶ κάτω ὁ περὶ γῆν· εἰ δὲ βούλει σὺν τῇ Ἥρᾳ καὶ Διὸς διὰ τὴν ἄνωθεν ἐκ μετεώρου κατένεξιν, ὡς εἶναι διὰ ταῦτα τὸν μὲν ὑπερβολικὸν Ἥφαιστον φίλον Ἥρᾳ μᾶλλον ἤπερ Διΐ, τὸν δὲ εὔκρατον τὸν στοιχειακὸν Διῒ μᾶλλον ἤπερ τῇ Ἥρᾳ πεφιλιῶσθαι. Ὅλως δέ, ἵνα τὰ μακρὰ τῆς ἀλληγορίας ἐπιτμηθῇ τῆς ἤδη διὰ πλειόνων ἐκτεθείσης, Ἥφαιστός ἐστιν ἢ ἡ ἁπλῶς θερμότης ἢ ἡ καθ' ὑπερβολὴν καὶ καυστική. τούτων δὲ ἡ μὲν ἁπλῶς θερμότης φιλίαν τε μεσιτεύει τῷ Διῒ καὶ τῇ Ἥρᾳ καὶ θεοῖς οἰνοχοεῖ καὶ τῶν ἄνω οὐκ ἀπολείπεται. ἡ δὲ καθ' ὑπερβολὴν καὶ καυστική, ἀλλ' αὕτη χωλή τέ ἐστιν ἀεί, ὡς προείρηται, καὶ ἄνωθεν κάτω ῥίπτεται. διὸ οὔτε μόνον οὐρανία ἐστὶν οὔτε μόνον χθονία, ἀλλὰ καὶ περὶ γῆν διὰ τὴν ἐξ ἀνθρώπων χρῆσιν αὐτοῦ καὶ διὰ τὰς πολλαχοῦ ἀναδόσεις τῶν αὐτομάτων θερμοτήτων, καὶ οὐρανία δὲ διὰ τὰς τῶν ἀστραπῶν γενέσεις καὶ τῶν κεραυνῶν καὶ τῶν τοιούτων μετεώρων παθῶν. ἔστι δ' ὅτε ἡ αὐτὴ καὶ ἄμφω κατὰ ταὐτὸν ἄνω μὲν γενομένη, κάτω δὲ ἐνεχθεῖσα καὶ τῷ ἀξιολόγῳ τῆς ὕλης ἐξαρκέσασα ἕως καὶ εἰς γῆν. (v. 572) Ὅτι ἐπίηρα παρὰ τοῖς νεωτέροις τὰ ἐπιθυμητὰ παρὰ τὸ ἐρᾶν, ὡς ἀπὸ εὐθείας τῆς τὸ ἐπίηρον. οἱ δὲ παλαιοὶ ἐπίηρά φασι τὴν μετὰ ἐπι-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
