# Commentarii ad Homeri Iliadem 1.234

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.234

κουρίας χάριν καὶ παράγουσι τὴν λέξιν οὕτως· ὥσπερ κόπτω κόπανον καὶ ἔχω ὄχανον, τὸ τῆς ἀσπίδος κράτημα, [δρέπω δρέπανον, ἥδω καὶ ἐν συστολῇ ἕδω ἕδανον καὶ ἕδνον κατὰ συγκοπήν, φρύγω φρύγανον, πέττω ἢ πέπτω πόπανον, ξέω ξόανον], οὕτως ἐρῶ, τὸ ἐπιθυμῶ, ἔρανον καὶ ἐκτάσει ἤρανον καὶ ἐπιήρανον, οὗ πληθυντικὸν ἐπιήρανα καὶ ἀποκοπῇ ἐπίηρα. εὕρηται δὲ καὶ ἀσυνθέτως παρὰ τῷ ποιητῇ ἦρα, οἷον «ἦρα Πριάμῳ φέρων» τουτέστι χάριν. ὁ μέντοι Ἡρωδιανὸς ἁπλούστερον παράγων φησίν· ἢρ ἡ ἐπικουρία ὀξυτόνως· γενικὴ ἦρος, αἰτιατικὴ ἦρα καὶ ἐν συνθέσει ἐπίηρα. μήποτε δὲ δυσλύτως ἀπορηθείη ἂν ἐνταῦθα ὁ τόνος. εἰ γὰρ ὀξυτόνως ἢρ ἡ ἐπικουρία, διὰ τί μὴ ὠξύνθη ἡ γενικὴ καὶ αἱ κατ' αὐτὴν πλάγιοι πρός τε ὁμοιότητα τοῦ κήρ κηρός καὶ ἵνα μὴ συνεμπέσῃ τῇ κλίσει τοῦ ἦρος, ὃ δηλοῖ ἔαρος; χρῆσις δὲ τῆς ῥηθείσης λέξεως τὸ «μητρὶ φίλῃ ἐπίηρα φέρων»· καὶ μετ' ὀλίγα τὸ «μητρὶ δ' ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ πατρὶ φίλῳ ἐπίηρα φέρειν». ἔνθα τὸ «μητρὶ δ' ἐγὼ παράφημι» ταὐτόν ἐστι τῷ συμβουλεύω. ἐξ ὁμοίας δὲ ἀγωγῆς καὶ τὸ πεῖσαι λόγοις παρειπεῖν ὁ ποιητὴς λέγει, ὥσπερ πρὸ ὀλίγου ἔφη· «δέδοικα, μή σε ἡ Θέτις παρείπῃ». ταὐτὸν γὰρ τὸ φάναι, ἀφ' οὗ τὸ παράφημι, καὶ τὸ εἰπεῖν, ἐξ οὗ τὸ παρειπεῖν. οὕτω δὲ λέγει ὁ ποιητὴς καὶ παραρρητοὺς τοὺς λόγοις πειθομένους, ὃ καὶ οἷον ἐτυμολογῶν φησι· «παράρρητοί τ' ἐπέεσσιν». ὁμοίως δὲ παρῆκται καὶ τὸ παραυδᾶν καὶ τὸ παραμυθεῖσθαι. εἰ δὲ καὶ τὸν αἶνον ἐπὶ τοῦ ἁπλῶς λόγου θήσει τις, ὅμοια τό τε παραινῶ καὶ τὸ παράφημι, ἐξ οὗ ἡ παραίφασις. τὸ δὲ παρηγορεῖσθαι κοινότερον μὲν καὶ αὐτὸ ἴσον δύναται τῷ παραυδᾶν καὶ παραμυθεῖσθαι. Εὐριπίδης δὲ τὸ τὴν δημηγορίαν παραποιῆσαι παρηγορῆσαί φησιν. (v. 573 s.) Ὅτι ἐπὶ μεγάλης ἔριδος οἰκεῖον λεχθῆναι πρὸς τοὺς ἐρίζοντας τὸ «ἦ δὴ λοίγια ἔργα τάδ' ἔσσεται οὐδέ τ' ἀνεκτά, εἴπερ ὑμεῖς ἐριδαίνετε ὧδε». δηλοῖ δὲ ὅτι ὄντως δὴ ὀλέθρια τὰ γινόμενα καὶ οὐ φορητά, ἐὰν ὑμεῖς οὕτως ἐρίζητε. τινὲς δὲ τὸ «ἦ δή», ὡς Ἀπίων καὶ Ἡρόδωρός φασιν, ἐν ἑνὶ μέρει λόγου «ἤδη» φασὶ λέγοντες ὅτι, ὡς καὶ προερρέθη, ἐπὶ τριῶν χρόνων τὸ ἤδη λαμβάνεται, ἐπί τε παρῳχημένου καὶ ἐνεστῶτος, ὡς παρεδειγματίσθη ἐκεῖ, καὶ ἐπὶ μέλλοντος δέ, ὡς τὸ «ἤδη λοίγια ἔργα ἔσσεται». καὶ εἰ τοῦτο ὀρθόν, ποῦ λοιπὸν θήσομεν τὸν Λουκιάνειον σολοι-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
