# Commentarii ad Homeri Iliadem 1.253

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.253

βούλονται διὰ τὴν τοῦ ἔχε τρίτου προσώπου συνθήκην ἐφέλκεσθαι δυναμένου τὸ νῦ. ἐν μέντοι τοῖς ἑξῆς εὑρεθήσονται τόποι, ἐν οἷς οὐ δυνήσονται τοιοῦτόν τι ποιῆσαι, ἀλλὰ προδήλως τὸ νήδυμος ἀρχόμενον εὑρεθήσεται ἀπὸ τοῦ ν στοιχείου μὴ δυναμένου τῇ ὄπισθεν λέξει προστίθεσθαι. Σημείωσαι δὲ καὶ ὅτι ἄλλο μὲν τὸ καθεύδειν, ἄλλο δὲ τὸ ὑπνοῦν καὶ οὐκ ἀεὶ τὸ αὐτὸ ἐξ ἀνάγκης δηλοῦσι. καὶ γὰρ ἀνωτέρω μὲν ὁ Ζεὺς ἀναβὰς ἐκάθευδεν, ἐνταῦθα δὲ νήδυμος ὕπνος οὐκ εἶχεν αὐτόν. ἔστι γὰρ καθεύδειν μὲν τὸ ἁπλῶς ἀναπίπτειν ὡς ἐπὶ ὕπνῳ, ὑπνοῦν δὲ αὐτὸ δὴ τὸ ἐκλελύσθαι καὶ ἀπρακτεῖν τὰς αἰσθήσεις. καὶ τοῦτο καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦ φανήσεται. οὕτω δὲ καὶ τὸ κοιμᾶσθαι τοῦ ὑπνοῦν διενήνοχεν ἐν πολλοῖς ὁμοίως τῷ καθεύδειν, ὡς καὶ ὅτε εἴπῃ, ὅτι «κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο». Ἰστέον δὲ ὅτι ἱπποκορυστὰς ἐνόησάν τινες τοὺς ἔχοντας ἱππείας τρίχας ἐν ταῖς κόρυσιν. ἀλλ', εἰ τοῦτο ἦν, ὤφειλεν ἱπποκόρυθας εἰπεῖν ἢ οὕτω πως, ὁμοίως τῷ κορυθάϊκες καὶ κορυθαιόλος. ἔστιν οὖν ἱπποκορυστής ὁ καὶ ἱππιοχάρμης ἤγουν ὁ ἱππότης πολεμιστής. Ὅτι ἐνταῦθα ἔοικεν ἐφερμηνεύειν ὁ ποιητής, τίς ἐστιν ἡ βουλὴ τοῦ Διὸς ἡ ἐν τῇ αʹ ῥαψῳδίᾳ. φησὶ γὰρ ὅτι Ζεὺς μερμήριζε κατὰ φρένα, ὡς Ἀχιλῆα τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. αὕτη ἄρα ἡ βουλὴ τοῦ Διός. (v. 4) Ὅρα δὲ τὸ πολέας· σχῆμα γὰρ ἀμφιβολίας ποιεῖ. ἄδηλον γὰρ εἴτε πολλοὺς τῶν Ἀχαιῶν ὀλέσει, ὧν ὀλλυμένων ἐτιμᾶτο Ἀχιλλεύς, εἴτε πολλοὺς Τρῶάς τε καὶ Ἕλληνας ἐπὶ ταῖς ναυσὶ τῶν Ἀχαιῶν, ὅπερ καὶ κάλλιον. καὶ γὰρ προϊὼν ἐρεῖ, ὅτι τεθήσονται Ἀχαιοῖς καὶ Τρωσὶν ἄλγεα καὶ στοναχαί. Ὅτι ἀποδεχόμενος ὁ ποιητὴς ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἑαυτὸν τῆς τοῦ ὀνείρου πλάσεως τοῦ ἀπατήσαντος τὸν Ἀγαμέμνονά φησιν, ὡς πολλὰ σκεψαμένῳ τῷ Διΐ—λέγοι δὲ ἂν Δία ὁ ποιητὴς τὸν ἑαυτοῦ νοῦν—αὕτη ἀγαθὴ ἐφαίνετο βουλή, ἐπιπέμψαι οὖλον ὄνειρον, ὃς κελεύσει τῷ βασιλεῖ θωρῆξαι καρηκομόωντας Ἀχαιοὺς καὶ ἐρεῖ αὐτῷ ὅτι νῦν ἕλοι ἂν πόλιν εὐρυάγυιαν Τρώων. ἐπαινεῖ δὲ ὁ ποιητὴς τὸ τοιοῦτον πλάσμα διά τε τὸ τοῦ ὀνείρου λοξόν, [ὃ μάλιστα ἐπιπρέπει χρησμοῖς τοῖς τε ἄλλοις καὶ τοῖς δι' ὀνείρων δὲ οὐχ' ἥκιστα,] καὶ διὰ τὸ πιθανὸν τοῦ τῶν Ἀχαιῶν εἰς τὸν πόλεμον θάρρους. οὐ γὰρ ἂν ἄλλως ἐθάρρησαν οὔτε ὁ βασιλεὺς οὔτε ὁ στρατὸς τὴν ἔξοδον δίχα τοῦ πολεμάρχου Ἀχιλλέως, εἰ μὴ τοιοῦτος αὐτοὺς ἠρέθισεν ὄνειρος. καὶ οὕτω μὲν πιθανῶς ἔσχεν ἡ τῶν Ἑλλήνων τόλμα. (v. 12) Ὁ δὲ ὄνειρος εὖ πέπλασται καὶ εὐφυῶς καὶ χρησμολογικῶς διὰ τὴν λοξότητα· οὐ γὰρ αὐτὸ ἀριδήλως τὸ πρᾶγμα δηλοῖ, ἀλλὰ δι' ὁμωνυμίας ἐπικρύπτει τὴν ἀλήθειαν. τὸ γάρ «νῦν ἕλοι πόλιν Τρώων» διὰ τῆς ὁμωνυμίας τοῦ «νῦν» συνέχεε τὴν ἀλήθειαν λέγοντος μὲν τοῦ ὀνείρου, ὅτι κατὰ τὸ παρὸν δέκατον ἔτος ἁλίσκεται ἡ Τροία, νοηθέντος δὲ λέγειν ὅτι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
