# Commentarii ad Homeri Iliadem 1.256

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.256

ἤτοι ἄρχοντι πρέπων. Ὅρα δὲ τὸ «ἀγόρευε ὡς ἐπιτέλλω». ἀρέσκει γὰρ Ὁμήρῳ τοὺς ἀγγέλους αὐτὰ ἐκεῖνα λέξεσιν αὐταῖς ἀγγέλλειν, ὅσα παρηγγυήθησαν. διὸ καὶ ταὐτολογεῖ ἐν ταῖς ἀγγελίαις ὁ ποιητής. εἰ δέ τι καὶ πλεῖον ἐπινοησάμενος προσθήσει ὁ ἄγγελος, τοῦτο τῆς ἐκείνου συνέσεως. τὸ μὲν γὰρ ἐπιταχθὲν οὐ μετεποίησεν· ὃ δὲ ἔδει προσεπιθεῖναι, εἶπε καὶ αὐτὸ εὖ ποιήσας. «ἐσθλὸν γὰρ καὶ τοῦτο τέτυκται» κατὰ τὸν ποιητήν, «ὅτ' ἄγγελος αἴσιμα εἰδῇ». ὁ γοῦν ὄνειρος, καίτοι μὴ παραγγελθείς, ὅμως εἰκάζεται τῷ Νέστορι, ὀνειδίζει δὲ καὶ τῷ βασιλεῖ τὸν πάννυχον ὕπνον, οὐδέν τι ποιῶν ἀπεικός. οὐ γὰρ ἔβλαπτε ταῦτα τὴν ἀγγελίαν. σημείωσαι δὲ ὅτι καθ' Ἡρόδοτον καὶ τὸν Ξέρξην ὄνειρον ἔπεισε στρατεύσασθαι, «ἵνα τὸ χρεών», φησί, «γένηται». ἔνθα καὶ ὅρα τὸ ὄνειρον οὐδετέρως λεχθὲν καὶ τὸ χρεὼν ἤτοι πεπρωμένον, ὅπερ τὸν παρ' Ὁμήρῳ Δία ἀλληγορεῖ τὸν εἰς εἱμαρμένην λαμβανόμενον. [ἄλλος δὲ ῥήτωρ εἰπών, ὡς ἀπῆλθεν ὁ δεῖνα εἰς τὸ χρεών, τὸν φυσικὸν οὕτω θάνατον ἔφρασεν, ὃν χρεωστοῦντες οἱ ἐν γενέσει ἀποτίνουσιν ἀναλύοντες.] (v. 11) Ἰστέον δὲ ὡς Ὅμηρος μὲν θωρήσσειν ἀεὶ ἐπὶ ὁπλισμοῦ φησιν, οἱ δὲ μετ' αὐτὸν καὶ ἐπὶ μέθης τὴν λέξιν τιθέασιν, ὅθεν καὶ θώρηξις κατὰ τοὺς παλαιοὺς οἰνοποσία καὶ ἀκρατοποσία, ἴσως δὲ καὶ αὐτὸ διὰ τὸ μάχιμον τῶν μεθυόντων. (v. 12) Τὸ δὲ πανσυδίῃ καὶ διὰ τῶν δύο σίγμα γράφουσιν οἱ παλαιοί, ὡς τὸ σύσσιτος, σύσσωμος καὶ τὰ ὅμοια. δηλοῖ δὲ κατά τινας τὸ παμπληθεί· ἕτεροι δέ φασι πασσυδίῃ ἀντὶ τοῦ πανστρατιᾷ, μηδενὸς ἀπομάχου μένοντος· [ἄλλοι δὲ πανσυδίῃ ἀντὶ τοῦ πανορμεί·] Αἴλιος δὲ Διονύσιος ἀντὶ τοῦ παντελῶς, ὅθεν παρὰ Θουκυδίδῃ τὸ «πασσυδεὶ διεφθάρθαι». Ἰστέον δὲ ὅτι τε τὴν ῥηθεῖσαν θώρηξιν διὰ τοῦ ο μικροῦ καὶ ἰῶτα γράφουσί τινες ὡς ἀπὸ τοῦ θόρω τὸ πηδῶ διὰ τὸ θούρους εἶναι τοὺς μεθύοντας καὶ ὅτι χρῆσις αὐτῆς ἐν τῷ «λιμὸν θόριξις λύει». Ὅτι τὴν Τροίαν περιφράζων πόλιν εὐρυάγυιαν Τρώων καλεῖ. ἔστι δὲ εὐρυάγυια ἡ πλατύρρυμος· ἀγυιὰ γὰρ ἡ κοινῶς λεγομένη ῥύμη, ἀφ' ἧς καὶ ἀγυιεὺς κίων ἱερὸς Ἀπόλλωνος πρὸ θυρῶν ἑστώς, λήγων εἰς ὀξύ. γίνεται δὲ παρὰ τὸ ἄγειν· ὅθεν καὶ ὁ ἀγὼν καὶ ἡ ἀγορά. ἐναντία δὲ ἡ εὐρυάγυια ταῖς στενωποῖς. ἔφη δέ τις καὶ «ἀγυιάτιδας θεράπνας» τοὺς πρὸ τῶν θυρῶν βωμούς, [οἳ πρὸς χάριν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
