# Commentarii ad Homeri Iliadem 1.270

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.270

τὴν φράσιν. διὸ οἱ βουλευταὶ ὡς μὴ ἀκούσαντες οὐδὲ ἐνόησαν· ὅθεν οὐδὲ νήπιοί εἰσιν. ἀλλὰ τοῦτο μὲν οὐκ ἔξω πιθανότητος· χαριέστερον δέ ἐστιν εἰπεῖν ὅτι φαίνεται διὰ τοῦ Ὀδυσσέως μὴ νοηθῆναι καὶ ὑπὸ τῶν γερόντων τὸν ὄνειρον ὁμοίως τῷ βασιλεῖ περὶ τοῦ αὐθημερὸν τελεσθῆναι τὸ πᾶν, ὡς δηλώσει ἐν τοῖς ἑξῆς αὐτὸς ἐκεῖνος ἐν τῷ λέγειν ἀορίστως· «μείνατ' ἐπὶ χρόνον» καὶ «νῦν δὴ πάντα τελεῖται». οὔκουν νήπιος οὔτ' αὐτὸς οὔθ' οἱ κατ' αὐτόν, ὡς εἰκός. Ὅρα δὲ καὶ ὅπως φιλοβασιλεὺς ὁ Νέστωρ μέγα ἄριστον αὐτὸν λέγων. καὶ εἶπε μέν τι τοιοῦτον καὶ ὁ Ἀχιλλεύς, ὅτε πολλὸν ἄριστον αὐτὸν ἐν τῷ στρατῷ εἶπεν εἶναι· ἀλλ' ἐκεῖνο ἀπ' ἐναντίας τε ἦν διαθέσεως καὶ οὐκ ἐνδιάθετον [καὶ οὐδ' εἰς ταὐτὸν ἥκει τῷ τοῦ Νέστορος. οὐ γὰρ οὕτω πάνυ σεμνὸν ἀορίστως λεχθὲν τὸ πολλὸν ἄριστος, ὡς τὸ μέγα ἄριστος]. (v. 81) Τὸ δὲ φαῖμεν ἀπὸ τοῦ φαίημεν συνεκόπη, ἐξ οὗ φαῖεν τὸ τρίτον. ὅμοια δὲ τούτῳ καὶ τὸ δοῖμεν δοῖεν καὶ τὸ σταῖεν καὶ τὸ τυφθεῖεν καὶ ὅσα τοιαῦτα, [ἐν οἷς καὶ τὸ «ξυγγνοῖμεν ἡμαρτηκότες», οὗ πάντως τὸ τρίτον ξυγγνοῖεν, ὡς καὶ τοῦ εἰδεῖμεν τὸ εἰδεῖεν. (v. 84) Ὅτι ἀρχικὸν τὸ «ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι» ἤγουν ἀρχὴν αὐτὸς ἐνέδωκε τοῖς βουλευταῖς προϊέναι εἰς ἀγοράν.] (v. 85) Ὅτι τὸ ἐπανέστησαν, ὡς καὶ προείρηται, παρὰ μὲν τοῖς ὕστερον ἔριδός ἐστι δηλωτικόν, ὡς ὅτε ὁ ὄχλος ἐπαναστῆναι τῷ ἄρχοντι λέγεται. ὁ μέντοι ποιητὴς ἐπαναστῆναι καὶ νῦν λέγει τὸ καθήμενόν τινα εἶτα εἰς τιμήν τινος ἀναστῆναι, οἷον «οἳ δ' ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν». τινὲς μέντοι πανέστησαν γράφουσιν ἤτοι πάντες ὀρθοὶ ἔστησαν, ὡς καὶ πρὸ τούτου «πάντες ἀνέσταν» καὶ «ἀντίοι ἔσταν ἅπαντες». δῆλον δὲ ὅτι, καθὰ καὶ Ἡρόδοτος δηλοῖ, τιμὴ τοῖς ἀγαθοῖς ἦν τὸ ἐπιοῦσιν ἐκ τῆς ἕδρης τοὺς καθημένους ἀνίστασθαι (v. 87—90). Ὅτι πολλοῖς ἡδύσμασι παραρτύων ὁ ποιητὴς τὴν ἑαυτοῦ ποίησιν ἕν τι τῶν τοιούτων ἀγαθῶν ἔχει καὶ τὴν παραβολήν, δι' ἧς πολλά τινα ἐξανύει καλά. δι' αὐτῆς γὰρ πολλαχοῦ καὶ ζῴων ἰδιότητας καὶ φυσικὴν ἱστορίαν ποικίλην ἐκτίθεται, ὡς ἐν τοῖς ἑξῆς δηλωθήσεται. καὶ ὅλως οὐ μόνον φιλόσοφόν τι πρᾶγμα ἡ παραβολὴ παρὰ τῷ ποιητῇ, ἀλλὰ καὶ πραγμάτων τῶν ὁσημέραι γινομένων διδασκαλία καὶ ἐναργείας ποιητικὴ καὶ πολυπειρίας περιποιητική. ἔργον δὲ αὐτῆς καὶ τὸ διδάσκειν ἀριδήλως τὰ ὑποκείμενα πράγματα, ὧν χάριν παρείληπται. ὁ γὰρ ἀκούων ὅτι ὁ Ἕκτωρ μάλα προθύμως εἶχεν ἀντιστῆναι τῷ Ἀχιλλεῖ, εἶτα τοῦ ποιητοῦ εἰπόντος ἀκούσας, ὅτι ὥσπερ δράκων ὀρέστερος βεβρωκὼς κακὰ φάρμακα μένει ἄνδρα, ἔδυ δέ μιν χόλος αἰνός, οὕτως ὁ Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ' ὑπεχώρει, ἐδιδάχθη πάντως σὺν τῇ περὶ τοῦ δράκοντος ἱστορίᾳ καὶ τὴν πολλὴν προθυμίαν τοῦ Ἕκτορος. Ἔστιν οὖν παραβολὴ νόημα πιστούμενον ἐκ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
