# Commentarii ad Homeri Iliadem 1.271

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.271

τῶν καθεκάστην γινομένων τὰ λεγόμενα ἢ λόγος διδάσκων καὶ πιστούμενος τὸ ὑποκείμενον ἐκ τῶν εἰωθότων ἀεὶ γίνεσθαι. λέγεται δὲ παραβολή, διότι τοῖς λεγομένοις παραβάλλει, τουτέστι συγκρίνει καὶ παρατίθησι πρᾶγμά τι γνώριμον εἰωθὸς ἀεὶ γίνεσθαι, ὅπερ ὀφείλει πάντως γνωριμώτερον εἶναι τοῦ δι' ὃ παρείληπται. κακία γὰρ παραβολῆς τὸ ἄγνωστον καὶ ἀσύνηθες, εἰς ὃ αἱ τοῦ Χοιρίλου κακίζονται παραβολαί, διότι οὐδὲ διδασκαλικὴ ἡ τοιαύτη ἐστὶ παραβολή. λαμβάνεται δὲ ἀπὸ πάντων, λογικῶν τε καὶ ἀλόγων, ἐμψύχων τε καὶ ἀψύχων, ὡς μυριαχοῦ δειχθήσεται. χαρακτηρίζεται δὲ ὡς ἐπὶ πολὺ διὰ τῶν παρακειμένων αὐτοῖς παραβολικῶν ἐπιρρημάτων· ὧν τὰ μέν εἰσι κοινά, οἷον τὸ ὡς, τὸ ὥσπερ, τὸ καθάπερ, τὰ δὲ ποιητικά, οἷον τὸ εὖτε, ἠΰ, ἠΰτε, ἅτινα καὶ αὐτὰ τὸ καθά δηλοῦσι. Δύναται δέ ποτε καὶ δίχα τούτων εἶναι παραβολή, οἷον ὡς εἴ τις μονομαχίαν φράζων, εἶτα θέλων παραβολὴν εἰπεῖν, ἐρεῖ οὕτως· οὕτω καὶ θῆρες μάχονται, λέων τυχὸν καὶ κάπρος τάδε καὶ τάδε ποιοῦντες· ἢ καὶ ἄλλως, ὅτι λόγος ἔχει καὶ λέοντα καὶ κάπρον ἀλλήλοις μαχομένους τὰ καὶ τὰ ποιεῖν. ἢ ὅτι εἶδον ἐγώ ποτε καὶ λέοντα καὶ κάπρον τὰ καὶ τὰ ποιοῦντα ἢ ὅτι οὐδὲ λέων οὐδὲ κάπρος τοιάνδε μάχην συστήσουσι τὰ καὶ τὰ ποιοῦντες. καὶ τοιαῦτα μέν, ὡς ἐπιτόμως εἰπεῖν, τὰ τῆς παραβολῆς, περὶ ἧς πολλαχοῦ καὶ ἐν ἄλλοις τὰ δέοντα λαληθήσεται. Ἰστέον δὲ καὶ ὅτι ὡς ἐπὶ πολὺ μὲν προηγεῖται ἡ παραβολὴ τῆς ἀνταποδόσεως, οἷον· ὡς τόδε γίνεται, οὕτω τόδε. ποτὲ δὲ καὶ ἀνάπαλιν, οἷον· οὕτω διεπράχθη τόδε τι, ὡς ὅτε τόδε τι γένηται. καὶ ὅτι τῶν παραβολῶν αἱ μέν εἰσιν ἀναπόδοτοι, ὡς ὅτε τις εἴποι, ὅτι ἐμάχοντό τινες ὡς θῆρες τοιάδε τινὰ ποιοῦντες· αἱ δὲ μετὰ ἀποδόσεως, ὡς ὅτε τις εἴποι, ὅτι, ὡς δ' ὅτε θῆρες μαχόμενοι τάδε τινὰ διαπράττονται, ὧς ἢ οὕτω καὶ οἵδε τάδε ἐποίουν. ἀποδέδοται γὰρ ἡ τοιαύτη παραβολὴ ἐν τῷ ὧς καὶ ἐν τῷ οὕτως. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τοιαύτη τις καὶ ἐνταῦθα παραβολὴ παρὰ τῷ ποιητῇ, ἔνθα τὴν τῶν Ἀχαιῶν ὁρμὴν εἰς τὴν ἀγορὰν παραβολικῶς θέλων διδάξαι μελίσσαις εἰκάζει αὐτοὺς καὶ λέγει οὕτως· «ἠΰτε ἔθνεα εἶσι μελισσάων ἀδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, βοτρυδὸν δὲ πέτονται ἐπ' ἄνθεσιν εἰαρινοῖσιν, αἳ μέν τ' ἔνθα ἅλις πεποτήαται», ἤγουν πέτονται Ἰωνικῶς, ὡς ῥηθήσεται μετ' ὀλίγον, «αἳ δὲ ἔνθα· ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων ἔστιχον ἰλαδὸν εἰς ἀγοράν». καὶ τοιαύτη μὲν ἡ παραβολὴ δηλοῦσα καὶ διδάσκουσα τὴν τῶν Ἑλλήνων κίνησιν ἀπὸ πράγματος γνωρίμου καὶ εἰωθότος πάντοτε γίνεσθαι. Λέγει γὰρ ὅτι, ὥσπερ αἱ μέλισσαι ἀπὸ πέτρας γλαφυρᾶς, δηλονότι σπηλαίου τινὸς ὡς εἰκὸς ὀρεινοῦ, ἐξερχόμεναι πολλαὶ ὁμοῦ καὶ πυκναὶ πέτονται βοτρυδόν, οὕτω καὶ οἱ Ἕλληνες εἰς ἀγορὰν ἤρχοντο ἰλαδόν. πρὸς τοῦτο γὰρ καὶ μόνον ἡ παραβολὴ τῷ ποιητῇ καὶ οὐ πρὸς ὅλον τὸ πρᾶγμα. οὐ γὰρ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
