# Commentarii ad Homeri Iliadem 1.278

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.278

τον ἦν, διότι δηλαδὴ ἀδιάδοχον, καθὰ προγέγραπται, ἢ καὶ ὡς θεόθεν εἰς αὐτὸν κατελθόν, καὶ ἅμα καὶ γενεαλογίαν ἐκτιθέμενος, φησίν, ὅτι Ἥφαιστος μὲν αὐτό «δῶκε Διῒ Κρονίωνι ἄνακτι· αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ Ἀργεϊφόντῃ· Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ· αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ' Ἀτρέϊ ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνῄσκων ἔλιπε πολύαρνι Θυέστῃ· αὐτὰρ Θυέστης Ἀγαμέμνονι λεῖπε φορῆναι πολλῇσι νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν». Οὕτω τοίνυν τὸ σκῆπτρον ἄφθιτον ὡς θεόθεν τε δοθὲν τῷ γένει τῶν Ἀτρειδῶν καὶ ἐκ προγόνων εἰς τοὺς ἐπιγόνους διαβεβηκός. Ὅρα δὲ ὅτι ἐν τῷ περὶ τοῦ σκήπτρου λόγῳ δεῆσαν ἢ τῷ ἀτάρ συνδέσμῳ χρήσασθαι ἢ τῷ δέ, ἐν ἑκάστῳ στίχῳ ἕνα παρ' ἕνα χάριν ποικιλίας τοὺς τοιούτους συνδέσμους ὁ ποιητὴς τίθησιν ἐκκλίνων τὸ μονοειδές. φησὶ γάρ· αὐτὰρ Ζεὺς ἔδωκεν, Ἑρμείας δὲ ἔδωκεν, αὐτὰρ Πέλοψ ἔδωκεν, Ἀτρεὺς δὲ ἔλιπεν, αὐτὰρ Θυέστης ἔλειπε. καὶ ὅρα καὶ ὅπως κατὰ σχῆμα ἐπιμονῆς τετράκις μὲν εἶπε τὸ ἔδωκε, δὶς δὲ τὸ ἔλιπεν. ἐποίησε δὲ ὁ ποιητὴς τοῦτο οἷα μὴ ἔχων λέξεις καιριωτέρας τούτων εἰπεῖν. ὅρα δὲ καὶ ὅτι τὸ μέν «Ἀτρεὺς ἔλιπε» διὰ τοῦ ι γέγραφεν· ἔστι γὰρ χρόνου ἀορίστου δευτέρου· τὸ δέ «Θυέστης Ἀγαμέμνονι λεῖπε» διὰ διφθόγγου, χρόνον ἀντὶ χρόνου λαβὼν ἤγουν ἀντὶ ἀορίστου παρατατικόν, ὁποῖόν τι καὶ ἐπὶ τοῦ εἶδον γίνεται. τὸ γὰρ εἶδον καὶ ἡ λοιπὴ κλίσις τοῦ τοιούτου ῥήματος, ὅπερ ἀντὶ τοῦ ἐθεασάμην λαμβάνεται, τὰ μὲν πλείω παρὰ τῷ ποιητῇ τὴν διὰ τοῦ ι ἔχει γραφὴν τῷ λόγῳ τοῦ δευτέρου ἀορίστου, ἐξ οὗ καὶ τὸ ἰδεῖν ἀπαρέμφατον καὶ ἡ ἰδών μετοχή· ἔστι δὲ ὅτε καὶ διὰ διφθόγγου γράφεται, ὅπερ ἐστὶ ῥῆμα χρόνου παρατατικοῦ δηλοῦντος μὲν τὸ ἔβλεπον, λαμβανομένου δὲ ἀντὶ ἀορίστου τοῦ ἐθεασάμην. τὸ δὲ σχῆμα τοῦ ῥηθέντος χωρίου κλίμακα καὶ κλιμακωτὸν λέγουσιν οἱ παλαιοί, ἕτεροι δὲ ἐποικοδόμησιν. γίνεται δὲ σχῆμα κλιμακωτόν, ὅταν τὸ λῆγον τῆς φθασάσης ἐννοίας ἀρχὴ γένηται τῆς ἐφεξῆς, οἷον ὡς εἴ τις εἴπῃ· ὁ βασιλεὺς ἀγαθός· ὁ ἀγαθὸς ἀγαθὰ ποιεῖ· ὁ ἀγαθὰ ποιῶν εὐεργετεῖ· ὁ εὐεργετῶν θεὸν μιμεῖται. τοιοῦτόν τι κἀνταῦθα τὸ σχῆμα· Ἥφαιστος μὲν ἔδωκε Διΐ, Ζεὺς δὲ τῷ Ἑρμῇ, Ἑρμῆς δὲ Πέλοπι καὶ καθεξῆς. κάλλους δὲ σχῆμα κατὰ τοὺς παλαιοὺς τὸ κλιμακωτὸν οἰκεῖον ὂν πανηγυρικαῖς ἐννοίαις, ὁποία τις ἐνταῦθα καὶ ἡ κατὰ τὸ βασιλικὸν σκῆπτρον γενεαλογία. τῆς δ' αὐτῆς ἰδέας καὶ τὸ αὐτάρ τρὶς κείμενον ἐνταῦθα ἐπαναφορικῶς ἐν καταρχῇ στίχων ἕνα παρ' ἕνα, καὶ ἡ ῥηθεῖσα ἐπιμονὴ καὶ τὰ ποιητικὰ πάρισα, τὸ «πολλῇσι νήσοισιν ἀνάσσειν» καὶ τὸ «αὐτὰρ ὁ αὖτε» δὶς τεθὲν κατ' ἐπαναφορὰν ἐν δυσὶ στίχων ἀρχαῖς, εἰ καὶ ποιητικῶς πέφρασται. παρίσωται δὲ καλῶς καὶ τὸ «Διῒ Κρονίωνι ἄνακτι». Ὅρα δὲ καὶ ὅτι δίχα τοῦ Ἡφαίστου τὰ λοιπὰ πρόσωπα ἐνταῦθα μετὰ ἐπιθέτων ἐξάγει, τὸν Δία μὲν εἰπὼν Κρονίωνα καὶ ἄνακτα, τὸν Ἑρμῆν δὲ διάκτορον

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
