# Commentarii ad Homeri Iliadem 1.279

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.279

Ἀργεϊφόντην, ἔτι δὲ καὶ ἄνακτα. θεία δὲ λέξις τὸ ἄναξ, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ γέγραπται· διὸ καὶ ἐπὶ Ἑρμοῦ μόνου καὶ Διὸς αὐτὴν ἐνταῦθα τέθεικε. τὸν δὲ Πέλοπα πλήξιππον προσέφη· τὸν δὲ Ἀτρέα ποιμένα λαῶν, σεμνῶς ὀνομάσας αὐτόν· τάχα γὰρ κρείττων ἦν τοῦ πατρὸς τὰ εἰς βασιλείαν· τὸν δὲ Θυέστην πολύαρνα, οἱονεὶ λέγων, ὅτι Ἀτρεὺς μὲν λαῶν ἦγε ποίμνια, ὁ δὲ Θυέστης ἀρνῶν καὶ τοιούτων ζῴων· τὸν Ἀγαμέμνονα δὲ προάγει μὲν ἐπιθέτου χωρίς, περιφραστικῶς δὲ ἄνακτα καὶ αὐτὸν εἰπεῖν βούλεται λέγων αὐτὸν Ἄργεϊ παντὶ ἀνάσσειν. (v. 103) Ἔστι δὲ διάκτορος μὲν ἢ ὁ διάτορος, ὅ ἐστι σαφὴς ἐν ταῖς ἀγγελίαις· τορὸν γὰρ τὸ τρανὲς καὶ σαφές· ἢ ὁ αὐτὸ τοῦτο ἄγγελος ἀπὸ τοῦ ἄγω, ἐξ οὗ καὶ ὁ ἄγγελος. ἄγγελός τε γὰρ ἀπὸ τοῦ ἄγειν φαίνεται γίνεσθαι καὶ διάκτωρ δὲ ὁμοίως ἀπὸ τοῦ ἄγω, ὥσπερ ἀπὸ τοῦ λέγω λέκτωρ καὶ ἀλέκτωρ. τὸ δὲ ἄκτωρ κλιθὲν εἰς τὴν ἄκτορος γενικὴν πεποίηκε [τῇ εἰς ἀρχὴν ἀναδρομῇ] εὐθείαν τὴν ὁ διάκτορος ἤτοι ὁ ἄγγελος. καὶ αὐτὸ δὲ τὸ Ἑρμῆς ἀπὸ τοῦ εἴρω, τὸ ἀγγέλλω, ἐτυμολογοῦσί τινες, ἐξ οὗ Ἐρέας ὄνομα ὡς ὁ Αἰνέας καὶ πλεονασμῷ τοῦ μ Ἑρμέας, ἐξ οὗ ὁ καὶ ἐν τῇ Ὀδυσσείᾳ δηλούμενος Ἑρμῆς. πλεονάζειν γάρ φασι πολλαχοῦ τὸ μ, ὥσπερ καὶ ἐν τῷ μοχλός ἀπὸ τοῦ ὀχλῶ, καὶ ἀπὸ τοῦ εἴρω εἶραξ καὶ μεῖραξ, καὶ ἐκ τοῦ ἀχύρου ἀχυρμιά, καὶ ἐκ τοῦ τέκω τέκμωρ, τὸ τέλος. οὕτως οὖν καὶ Ἐρέας καὶ κατὰ πλεονασμὸν Ἑρμέας, ἐξ οὗ Ἑρμῆς ὁ τὰ τῶν θεῶν εἴρων ἤτοι ἀγγέλλων, ἵνα ἐκ τοῦ Ἑρμέας ἐπενθέσει μὲν τοῦ ι ὁ Ἑρμείας γίνηται, ὡς Αἰνέας Αἰνείας, Αὐγέας Αὐγείας, κατὰ κρᾶσιν δὲ Ἑρμῆς, ὡς Ποδέας Ποδῆς, Σωσέας Σωσῆς. Ἡ μέντοι ἀλληγορία Ἑρμῆν τὸν λόγον νοοῦσα καὶ ἐκ τοῦ ἑρμηνεύειν αὐτὸν ἐτυμολογεῖ ὡς ἑρμηνεύοντα τὰ τῆς ψυχῆς βουλήματα καὶ ἐξαγγέλλοντα, ὅθεν καὶ διάκτορον αὐτὸν καλεῖ οἷα τορῶς, ὅ ἐστι σαφῶς, ὡς προείρηται, αὐτὰ προάγοντα. τὸν δ' αὐτὸν καὶ Ἀργεϊφόντην ἐπονομάζει ὡς ἀργὸν φόνου· εἰρηνικὸν γὰρ ὁ λόγος. Ὁ δὲ μῦθος

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
