# Commentarii ad Homeri Iliadem 1.286

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.286

πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι ἀνδράσι παυροτέροις, τέλος δ' οὔ πώ τι πέφανται». εἶτα δηλῶν, πόσον εἰσὶν οἱ Τρῶες ὀλιγώτεροι, διδάσκει δι' ὑποθετικοῦ τινος σχήματος, ὡς μετ' ὀλίγα εἰρήσεται, ὑπὲρ δεκαπλασίονας εἶναι τοὺς Ἕλληνας τῶν ἐφεστίων Τρώων, ἤγουν ἐγκατοίκων, οἷς καὶ μάλιστα μεμέληκε τῆς μάχης, ὡς τῶν ἐπικούρων, εἰ καὶ ἐκ πολλῶν πόλεων ἦσαν ἐγχέσπαλοι, ὅμως μὴ ὁλοψύχως μαχομένων. Ταῦτα εἰπὼν ἐπάγει καὶ ὅτι ἐννέα βεβάασι Διὸς μεγάλου ἐνιαυτοὶ καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται. καὶ ὅτι αἱ ἡμέτεραι ἄλοχοι καὶ τὰ νήπια τέκνα κάθηνται προσδεχόμεναι ἡμᾶς, ἡμῖν δὲ τὸ ἔργον αὔτως ἀκράαντον, οὗ ἕνεκα δεῦρο ἤλθομεν. καὶ ἐπὶ τούτοις ὡς ἤδη κατασκευάσας δῆθεν, ὃ ἤθελεν, ἐπάγει· «ἀλλ' ἄγεθ', ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες· φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· οὐ γὰρ ἔτι Τροίαν αἱρήσομεν εὐρυάγυιαν». Οὕτω τῆς δημηγορίας ἐχούσης τῷ βασιλεῖ σκοπητέον τὰ κατ' αὐτήν. σκοπὸς μὲν γὰρ αὐτῷ δῆθεν τὸ φεύγωμεν. τούτου δὲ προκατάρχουσι κεφάλαια ταῦτα· μέμψις Διὸς ὡς ἀπατήσαντος, ὅπερ ἀδύνατον δειχθήσεται· καὶ ὄνειδος τῶν Ἑλλήνων, διότι τοσοίδε καὶ τοιοίδε ὄντες ἐπὶ μακρὸν οὕτω πολεμοῦντες οὐκ ἤνυσαν, ὃ προέθεντο, ἀλλὰ καὶ τροπαιοῦχοι ἐλπιζόμενοι ἐπανελθεῖν τοῖς ἑαυτῶν, οἱ δὲ οὐ τοιοῦτοι ἐπανελεύσονται. καὶ ἄλλα δὲ ἐφεξῆς, ὡς φανήσεται, κεῖνται κεφάλαια, οἷς οὐκ ἂν ἐπενεχθείη τὸ φεύγωμεν δυναμένων τῶν ἀκουσάντων εἰπεῖν πρός γε τέως τὰ ῥηθέντα νῦν κεφάλαια ὡς οὔτε Ζεὺς ψεύδεται οὔτε ἡμεῖς ἀκλεῶς οὕτω καὶ ἀγεννῶς ἀναχωρήσομεν. καὶ οὕτω μὲν ταῦτα. Τὰ δὲ κατὰ μέρος τῶν νοημάτων τοιαῦτα. (v. 110) Τὸ μέν «ὦ φίλοι» μέσως πως ἔχει, ὅτι τε φίλος ὢν ἐγώ, κἂν ἀκλεῶς ἀναζεῦξαι μέλλω, ὅμως δι' ὑμᾶς ἀνέξομαι. καὶ αὖ πάλιν ὅτι φίλοι ὄντες ὑμεῖς οὐκ ἂν ἀνέξοισθέ μου τῆς δυσκλείας οὐδὲ θελήσητε δυσκλέα Ἄργος ἱκέσθαι. τὸ δέ «ἥρωες, θεράποντες Ἄρηος» φανερῶς ἐπὶ κωλύσει ἔθετο, ὡς μὴ δέον ὂν τοὺς τοιούτους φεύγειν. ἐπαίρει γάρ, φασίν, ἐπίτηδες αὐτοὺς ἐγκωμίοις, ὅπως αἰδοῖντο φεύγειν. καὶ ὅρα ὅτι τοὺς ὅλους Ἕλληνας ἥρωας λέγει. θεράποντες δὲ Ἄρηος οἱ στρατιῶται, ὡς καὶ Διὸς οἱ βασιλεῖς καὶ Μουσῶν οἱ ἀοιδοί. τοῦ δὲ Ἄρηος εὐθεῖα Ὁμήρῳ ἄρρητος, ὁ Ἄρευς Αἰολική, ὡς καὶ Ἡρωδιανῷ δοκεῖ, καθὰ καὶ ἐν τοῖς ἑξῆς που σαφῶς δηλωθήσεται. (v. 111) Τὸ δέ «ἄτῃ ἐνέδησε βαρείῃ» ἀστείως τέτραπται, ὡς ἀπὸ δεσμοῦ βαρύνοντός τινα καὶ μὴ ἐῶντος προκόπτειν, ἐφ' οἷς χρή. εἰ γὰρ καὶ τῇ μυθικῇ Ἄτῃ ἁπαλοὶ οἱ πόδες, ἀλλὰ ἡ ἀληθὴς βαρύνειν οἶδε. τὸ δὲ τὸν Δία ἀπατῆσαι μετὰ τὸ κατανεῦσαι φανερῶς κωλύει τὸν ἀπόπλουν. οὐ γὰρ δυνατὸν ἐκεῖνον ψεύσασθαι μετὰ τὴν κατάνευσιν, εἴπερ οὐκ ἔστιν οὐδὲν ἔπος ἐκείνου ἀπατηλόν, ὅ τι κεφαλῇ κατανεύσει. ὅτι δὲ κατένευσεν, οἱ γέροντες ἐν τοῖς ἑξῆς δηλώσουσι. καὶ ἄλλως δὲ οὐδεὶς ἂν σπουδαῖος ἐναντία ἑαυτῷ βουλεύσηται. (v. 115) Τὸ δὲ εἰπεῖν, ὅτι δυσκλέα με κελεύει ὁ Ζεὺς ἀπελθεῖν, ἐπεὶ πολὺν ὤλεσα λαόν, οὐκ ἀφίησιν οὐδὲ αὐτὸ τὸν ἀκούοντα νοεῖν, ὅτι θέλει

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
