# Commentarii ad Homeri Iliadem 1.289

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.289

ῥᾷον πείθονται. Τὸ δέ «πατρίδα γαῖαν» ἐντελῶς καὶ νῦν πέφρασται, ὡς καὶ ἐν ἄλλοις καὶ ἐν τῷ «φράζει δ' ἀπὸ πατρίδος αἴης». ἐν οἷς ὅρα ὡς τὸ μέν «πατρίδα γαῖαν» διὰ τὸ ἀχάσμητον στοιχεῖ τῷ γ ἐν τῷ γαῖαν, τὸ δέ «πατρίδος αἴης» ἀπεστράφη αὐτό, οἷα καὶ αὐτοῦ δίχα εὔφωνον ὄν. καὶ οὕτω μὲν τοῦτο. Πατρίδα δὲ μόνον εἰπεῖν ἐλλιπῶς ἔχει, ὥσπερ καὶ τὸ πατρίς, καθὰ μυριαχοῦ φαίνεται. πατρίς τε γὰρ γῆ δηλαδὴ ἡ ἐκ πατέρων καὶ ὁ πατρίδα δὲ εἰπὼν γῆν συνεισάγει. πρωτότυπον δὲ πατρίδος ἡ πάτρα, ἧς χρῆσις καὶ ἐν τῷ «εὖ δ' ἐς πάτραν πλεύσαιμεν» καὶ ἐν τῷ «ὅρκους προδοῦσα καὶ πάτραν». [Οὐχ' ὑποκοριστικὸν δὲ ἡ πατρίς, ὡς οὐδὲ ἡ μητρίς, ἀλλ' ἁπλῶς παράγωγον. Ὡς δὲ ἀπὸ τοῦ γῶ τὸ χωρῶ καὶ τίκτω γέα διὰ τοῦ ε ψιλοῦ, ὅθεν κατὰ κρᾶσιν τὸ γῆ, ἔτι δὲ καὶ γαῖα διὰ διφθόγγου, ὡς τὸ μῶ μαῖα, δηλοῦσιν οἱ παλαιοί. παρ' οἷς καὶ ὅτι Γαιζῆται παρὰ τὴν γαῖαν οἱ Γαλάται, οἳ τῆς οἰκείας ἐκπεσόντες γαῖαν ἐζήτουν, ἐφ' ἧς οἰκήσουσι· καὶ ὅτι ἐκ τῆς γαίας καὶ γαῖος ἀπόγειος ἄνεμος καὶ βοῦς γαῖος ὁ ἐργατικός· καὶ ὅτι ἐκ τοῦ γέα, ὃ γράφεται διὰ ψιλοῦ τοῦ ε, γέϊος ἢ καὶ ἄλλως γάϊος παρὰ Ἰταλιώταις καὶ Ταραντίνοις ὁ μίσθιος, ἔστι δ' ὅτε καὶ ὁ παχὺς καὶ ἀναίσθητος ἄνθρωπος. Τὸ δὲ παρῆχθαι τὴν γαῖαν ἀπὸ τῆς γῆς, ἵνα ᾖ, ὡς σελήνη σεληναία, οὕτω γῆ γαῖα, οὐκ ἀρέσκει τοῖς παλαιοῖς. καὶ καλῶς ἄρα τοῦτο· ἐχρῆν γὰρ τῷ λόγῳ τούτῳ τὴν γαῖαν μὴ προπερισπᾶσθαι ἀλλὰ παροξύνεσθαι.] (v. 112) Σχέτλιον δὲ τὸν Δία καλεῖ ὡς σχετλιοποιὸν καὶ τοῦ σχετλιάζειν πολλοῖς γινόμενον αἴτιον. ὅτι δὲ καὶ ἄλλως οὐχ' ὑβριστικὸν ἀεὶ τὸ σχέτλιος, ἐν τοῖς ἑξῆς ἀριδήλως φανήσεται· σχέτλιος γὰρ ἔοικε λέγεσθαι ὁ πλέον τοῦ δέοντος καὶ ἐφ' οἷς οὐ καιρὸς προθυμούμενος καὶ ὡς εἰπεῖν ὁρμητίας, ὃν ἔδει σχέσθαι καὶ τλῆναι καὶ μὴ ὁρμῆσαι εἰς τὰ παρόντα. ὥσπερ δὲ τὸ νήπιος παρὰ τῷ ποιητῇ λέξις ἐστὶν ἐπιφωνητικὴ ἐπὶ τοῖς μὴ κατὰ βαθεῖαν σύνεσιν γινομένοις, οὕτω καὶ τὸ σχέτλιος ἐπιφωνεῖται ὡς ἐπὶ πολὺ τραχυτέροις καὶ αὐθεκάστοις προσώποις. ἔστι δὲ ὅτε σχέτλιος καὶ ὁ πολλὰ ἀνασχόμενος καὶ τλάς. (v. 112—4) Σημείωσαι δὲ καὶ ὡς πρός τινα ὑποσχόμενον, εἶτα δὴ ἀπατήσαντα, λεχθείη ἂν τὸ «σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσε, νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο». ὅτι δέ ἐστιν οὐ μόνον κακὴ ἀπάτη ἀλλὰ καὶ ἀγαθή, Αἰσχύλος

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
