# Commentarii ad Homeri Iliadem 1.296

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.296

Κρονίων, εἰ μὲν βραχύνει τὸ παραλῆγον δίχρονον, φυλάττει τὸ ω ἐν τῇ γενικῇ· εἰ δὲ ἐκτείνει αὐτό, ἀλλάσσει τὸ μακρὸν ω ἐν τῇ γενικῇ. οὕτω καὶ τὸ ἠνάλωτο ἐκ τοῦ ἀνήλωτο μετηλλάγη τῷ χρόνῳ καὶ τὸ ἠναντιοῦτο ἀπὸ τοῦ ἐνηντιοῦτο. Ὅρα δὲ καὶ τὸ πατρός, ὅτι νῦν μὲν ἀπολύτως εἴρηκεν ἐπὶ Διός, ἀλλαχοῦ δὲ προστίθησιν, ὡς καὶ προείρηται, καὶ ὅτι πατήρ ἐστιν ἀνδρῶν τε θεῶν τε. Διὸς δὲ νεφέλας ἀντὶ τοῦ ἀερίας νεφέλας· ἐντεῦθεν γὰρ νεφεληγερέτης ὁ Ζεύς, ὃς οὐδ' ἂν εἴη εὔδιος ἢ εὐδίαν ποιῶν, ὅτε νεφέλας ἀγείρει. (v. 147) Ὁ δὲ Ζέφυρος Βορρᾶς τίς ἐστι καὶ αὐτὸς συμπληρῶν τοὺς ἀστάχυας κἀντεῦθεν οὕτω καλούμενος ὡς τὸ ζῆν φέρων ἡμῖν ἤτοι ζωοφόρος. καὶ Βορρᾶς δὲ κατὰ τοὺς παλαιοὺς παρὰ τὴν βοράν, ὅ ἐστι τὴν τροφήν, ὡς ἐν τῇ μεστώσει τῶν σταχύων τροφὴν διδούς. διὸ καὶ ἐπὶ τοῦ Ἰκαρίου πόντου Εὖρον εἰπὼν καὶ Νότον τοὺς μάλιστα ἐκεῖνον κυμαίνοντας, ἐνταῦθα οὐκ ἐκείνων ἀλλὰ Ζεφύρου ἐμνήσθη, οὗ μάλιστα χρεία τῷ ληΐῳ. οὐδὲ γὰρ εἰκῇ οὐδὲ τὰ τοιαῦτα λαλεῖ ὁ ποιητής. Καίτοι τινὲς ἑσπέριον, ὅ ἐστιν ἀπὸ δύσεως, ἄνεμον εἶναι τὸν Ζέφυρον λέγοντες ζόφουρόν τινα ἐτυμολογοῦσιν αὐτὸν ἤτοι οὖρον ἀπὸ ζόφου ἀντὶ τοῦ ἄνεμον δυτικόν, [οὗ καταπνέοντος καὶ ἁδρύνεται τὸ λήϊον καὶ ὡς οἷον κυμαίνεται. οὐδὲ γὰρ οὐδὲ ἡ δευτέρα παραβολὴ ἀπέχεται τοῦτό γε τῆς πρώτης, εἴ τις βαλὼν ὄψεις εἰς λήϊον Ζεφύρῳ κινούμενον εἰκασμόν τινα κυμάτων κινήσεως ἐν αὐτῷ φαντάσεται. εἰπεῖν γὰρ κατὰ τὸν ποιητήν· «πρὸ μέν τ' ἄλλοι στάχυες, αὐτὰρ ἔπ' ἄλλοι» ἐπικύπτοντες τῇ καταπνοῇ καὶ αὖ ἐξανιστάμενοι κυμάτων ὑποφρίκας διαφαίνουσι.] Βαθὺ δὲ λήϊον ἐν τῇ παραβολῇ κεῖται, ἵνα φαντάσῃ ἐναργῶς τὴν τῶν Ἑλλήνων κίνησιν· οὐ γὰρ οὕτω τὰ ψιλά τῶν ληΐων, οὐδὲ οἱ μικροὶ στάχυες ὑποκινοῦνται Ζεφύρῳ, καθὰ τὸ βαθὺ λήϊον. Τὸ δὲ λήϊον ἀπὸ τοῦ γῆ ἐτυμολογοῦσιν οἱ παλαιοὶ οἷον γήϊον τραπέντος τοῦ γ εἰς λ, ὁποῖόν τι καὶ ἐν τῷ μόγις καὶ μόλις γίνεται. τὸ δ' αὐτὸ καὶ λάϊον Δωρικῶς λέγεται. διὸ συνελὼν ὁ Θεόκριτος λαῖον αὐτὸ λέγει, [ὥσπερ αὖθις τὰ λήϊα λῇα ποιεῖ ἡ συναίρεσις, καθὰ καὶ τὸ ληΐδιον λῄδιον καὶ τὸν ληϊστὴν λῃστὴν καὶ τὸ λεληΐσθαι λελῇσθαι ἀπὸ τοῦ ληΐζω.] (v. 148) Λάβρος δὲ ὁ λίαν βαρύς· ὁ γὰρ ἠρεμαῖος Ζέφυρος οὐχ' οὕτω σαλεύει τὸ βαθὺ λήϊον. Ἐπαιγίζειν δὲ τὸ ἐφορμᾶν δηλοῖ καὶ ἄνωθεν ἐπιπνέειν· ὅθεν καὶ αἰγίδες καὶ καταιγίδες. τὸ δ' αὐτὸ καὶ καταιγίζειν λέγεται· δηλοῖ δὲ οὐ πάνυ βιαίαν πνοὴν ἀλλὰ σύντονον. γίνεται δὲ ἀπὸ τοῦ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
