# Commentarii ad Homeri Iliadem 1.297

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.297

ἀΐσσειν, ὥσπερ καὶ ἡ αἰγίς, ἥτις ἐκ μέσου παρακειμένου προάγεται τοῦ ἤϊγα. διὸ καὶ ἀνωτέρω ἔφη· «Εὖρός τε Νότος τε ἐπαΐξας ἐκ νεφελῶν». Τὸ δὲ ἀΐξαι ἀπὸ τῶν νεφελῶν τοῦτό ἐστι τὸ ἐπαιγίζειν. Τὸ δέ «ἐπί τε ἠμύει ἀσταχύεσιν» ἀντὶ τοῦ ἐπικλίνεται τὸ λήϊον τοῖς ἀσταχύεσιν ἤγουν διὰ τῶν ἀσταχύων. διττὸν γὰρ τὸ λήϊον· αὐτό τε γὰρ τὸ ὑποκείμενον ἔδαφος λήϊον λέγεται καὶ οἱ ἀστάχυες δὲ λήϊον λέγονται καὶ αὐτοί. Ἐπικλίνεται γοῦν τὸ λήϊον οὐ κινούμενον αὐτῷ δὴ τῷ ἐδάφει ἀλλὰ τοῖς ἀσταχύεσιν. ἡ γῆ μὲν γὰρ ἀκινητίζει, οἱ δὲ στάχυες ἐπικλίνονται, [ἵνα, ὥσπερ ἡ μάχη φρίσσει ἐγχείῃσιν, οὕτω τὸ λήϊον ἀνάπαλιν ἐπικλίνηται ἀσταχύεσσι.] Γίνεται δὲ τὸ ἠμύει ἀπὸ τοῦ μύω πλεονασμῷ τοῦ η· μύει γὰρ καὶ συστέλλεται τὸ ἐξ ὀρθῆς στάσεως ἐπικλιθέν. οὕτω καὶ τὸ τεῖχος τῆς Τροίας ἠμύσειν λέγει που ὁ ποιητής, τουτέστι κάτω κλιθῆναι. Ὁ δὲ ἄσταχυς πλεονασμὸν ἔχει τοῦ α· στάχυς γὰρ τὸ πρωτότυπον οἱονεὶ σίταχυς παρὰ τὸ σῖτον ἔχειν. ὅτι δὲ καὶ μέρος σώματος ὁ στάχυς, ἐν τῇ γάμμα ῥαψῳδίᾳ ῥηθήσεται. (v. 149) Ὅρα δὲ [ὡς ἀρξάμενος ἐκ τοῦ «κινήθη δ' ἀγορή» ἐπέρανεν ὡς οἷον κυκλικῶς τὰς παραβολὰς εἰς τὸ «ἀγορὴ κινήθη». ἤρεσε δὲ νῦν αὐτῷ ἡ τοῦ κινεῖσθαι λέξις ἐν τῷ «κινήθη ἀγορή» καὶ «κινήσῃ Ζέφυρος» καὶ «ἀγορὴ κινήθη». Ἔστι δὲ καὶ τὸ ὤρορε ταὐτὸν τῷ κινήσῃ, ὥσπερ καὶ τὸ ἐπαΐξας τῷ ἐπαιγίζων.] (v. 149—54) Ὅτι σπουδῆς ναυτικῆς ἐπὶ ἀπόπλῳ συντονίαν φράζει Ὅμηρος ἐν τῷ «πᾶσ' ἀγορὴ κινήθη, τοὶ δ' ἀλαλητῷ νῆας ἐπεσσεύοντο, ποδῶν δ' ὑπένερθε κονίη ἵστατ' ἀειρομένη· τοὶ δ' ἀλλήλοισι κέλευον ἅπτεσθαι νηῶν ἠδ' ἑλκέμεν εἰς ἅλα δῖαν, οὐρούς τ' ἐξεκάθαιρον· ἀϋτὴ δ' οὐρανὸν ἷκεν οἴκαδε ἱεμένων, ὑπὸ δ' ᾕρεον ἕρματα νηῶν». καὶ οὕτω μὲν ἡ διασκευή. (v. 150 s.) Ὅρα δὲ τὸ «κονίη ἀειρομένη», ἐξ οὗ ἐπενοήθη τοῖς ὕστερον ἡ τοῦ κονιορτοῦ σύνθεσις. δῆλον γὰρ ὡς ταὐτὸν κονιορτός καὶ κόνις ἀειρομένη, [οὐ μὴν κειμένη κάτω, ὅτε οὐδὲ κοινιορτός συνθέτως λέγεται, ἀλλὰ κόνις καὶ κονίη ἐν ἁπλότητι.] (v. 152) Ἔτι ὅρα καὶ ὡς ἐνταῦθα μὲν τὸ ἅπτεσθαι γενικῇ συντάσσει εἰπών· «ἀλλήλοις ἐκέλευον ἅπτεσθαι νηῶν» [καὶ μετ' ὀλίγα· «οὐδ' ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης ἅπτετο».] ἐν μέντοι τῇ αʹ ῥαψῳδίᾳ αἰτιατικῇ αὐτὸ συνέταξεν, ὡς προερρέθη. Καὶ σημείωσαι ὅτι τὸ μὲν ἅπτεσθαι ἀντὶ τοῦ ἐπιλαμβάνεσθαι γενικῇ συντέτακται· εἰ δὲ ἐπὶ φιλοφροσύνης ἢ ἁπλῶς ὁμιλίας ἡ λέξις λαμβάνεται, τότε δὴ αἰτιατικῇ συντάσσεται. (v. 153) Ἐν δὲ τῷ «οὐροὺς ἐξεκάθαιρον» οὐροὶ λέγονται οἱ τόποι, ὅθεν ἡ ναῦς ὀρούει, τουτέστιν ὁρμᾷ, καθελκομένη εἰς θάλασσαν. τούτους δὲ οἱ Ἕλληνες ἐξεκάθαιρον τῆς ὡς εἰκὸς τῷ πολλῷ χρόνῳ αὐτόθι συμπεφυρμένης ὕλης. Σημειώδης δέ, φασίν, ἡ λέξις, ὀξυνομένη πρὸς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
